[ ]
Phokis — Delphi — 112/11 BC — SIG(3) 705
| a.1 | [ἐπὶ Διον]υσίο[υ ἄρχοντος, ἐπὶ τῆς —tribus— πρώτης πρυτανείας, ᾗ Λάμιος Τιμούχου Ῥαμνούσιος ἐγραμμάτευεν], |
| [Ἑκατομβ]αιῶνο[ς — — —, καὶ — — — τῆς πρυτανείας. vac. δόγμα συγκλήτου. vac. Λεύκιος Καλπόρνιος] | |
| [Λευκί]ου υἱὸς Πίσ[ων Καισώνινος, ὕπατος, τῇ συγκλήτῳ συνεβουλεύσατο πρὸ ἡμερῶν — — —] | |
| [εἰ]δῶ[ν Ἰ]ουνίων ἐγ κ[ομετίῳ. γραφομένῳ παρῆσαν· Μᾶρκος Αἰμίλιος Μάρκου υἱὸς] | |
| 5 | [Σ]κα[ῦ]ρος Καμιλία, Σε[ρούιος ․․․․․․․․․ Σερο]υίο[υ υἱ]ὸς [․․․․․․․․․․, ․․․․․․․․․․․․․․․․․] |
| Λε[υκ]ίου υἱὸς Κορνη[λία, ․․․․․․․․․․․․․ Ποπ]λίου υἱὸς Π[απ]ιρία. [περὶ ὧν οἱ πρεσβευταὶ] | |
| [Ἀθ]ηναῖοι Θεμισστο[κλῆς ․․․․․․․․ υἱός, Δημ]οχάρης Δη[μ․․․] υἱός, Α[․․․․․․․․․․․․․․․ υἱός], | |
| <—>εοφιλίσκος Ὀλυμπίχο[υ υἱός, ἄνδρες καλοὶ κἀγα]θοὶ φίλ[ο]ι, πα[ρὰ] δήμου [καλοῦ κἀγαθοῦ φίλου] | |
| συμμάχου τε ἡμετέρο[υ, λόγους ἐποιήσαντο, χά]ριτα. φιλίαν συ[μμ]αχίαν [τε ἀνενεώσαντο, καὶ ἐκάλεσαν] | |
| 10 | [τὴν σύνκλητον ὑπὲρ τ[․․․․․․․․․․․․․․․․․․․․․․․․] παρὰ τὰ δεδο[γμ]ένα [․․․․․․․․․․․․․ ὅπως] |
| ταῦτα κύρια διαμένῃ κα[θὼς ․․․․․․․․․․․․․․․․․․․․․․․․․․․․․․․․․․․․․․· ․․․․․․․․․․․․․․․․] | |
| κατὰ τὰ τῆς συγκλήτου [δόγματα ․․․․․․․․․․․․․․․․․․․․․․․․․․․ ․․․․․․․․․․․․․․․․․․․․․․․․] | |
| ἀπὸ συνκλήτου γνώμης ὅπ[ως ․․․․· ․․․․․․․․․․․․․․․․․․․․․․․․․․] ναι[․․․․․․․․․․․․․․․․․․․] | |
| ἐὰν δέ τις μὴ πειθαρχῇ τοῖ[ς ․․․․․․․․․․․․․․․․․․․․․․․․․․․․․․ ἐ]μμεν[․․․․․․․․․․․․․․․․․․] | |
| 15 | [β]ούλευσιν, ὅπως ἥτις ἂν εἰσ[άγηται ․․․․․․․․․․․․․․․․․․․․․․․ τὸ]ν ἀεὶ δι[α․․․․․․․․․․․․․․․] |
| [ἀ]πειθοῦντας ἐμμένειν τοῖ[ς ․․․․․․․․․․․․․․․․․․․․․․․․․․․․․․ συγ]κλητ[ο․․․․․․․․․․․․․․․․] | |
| [․․․․․․․․․․․․․]αι τὴν σύγκλ[η]τον συμφώνου[ς] ἡμᾶς γενέ[σ]θαι, [ἀλλὰ φάσκουσι συνθήκας συντ]εθεῖσθαι | |
| ἐναντίως αἷς ἐ[λά]βοσαν ἐντολαῖς τ[ι]νες τῶν ἐκ Πελο[π]ον<ν>ήσου τε[χνιτῶν, καὶ διὰ ταῦτα εἶναι ἀκύ]ρους, οὔτε | |
| [ταῖς] συνθήκαι[ς] ἐμ<μ>ένουσιν, τῆς τε [ἐ]ργασίας ὑπαρχ[ούσ]ης [ἡμᾶς ἀποκ]ωλ[ύου]σ[ι παρὰ τὸ δίκαιον], τά τε χρή- | |
| 20 | [ματ]α ἡμῶν τὰ ὄ[ντ]α κοινὰ ἐξιδιάσ[ζον]ται, συνε[λ]θόντες τε εἰς [Σικυῶνα] σύνοδον [ἐ]ποι[ήσαντο] παρὰ τὸ δό- |
| [γμ]α τῆς συγκλή[τ]ου τὸ ἐπὶ Ποπ[λίου Κορν]ηλίο[υ, ἐ]ν ὧι ἔδοξεν ἡμᾶ[ς συμπ]ορεύεσωαι ἐν Θήβ[αις καὶ Ἄρ]γει, κα[ὶ] | |
| ἀρχεῖα κατέστ[ησ]αν, καὶ τῶ[ν κοι]νῶν χρη[μ]άτων τὰς προσό[δους κ]ατεχρήσαντ[ο ․․․․․․․․․․․․․․] | |
| παρὰ τοὺ[ς κοινοὺ]ς νόμους τῶν τεχνι]τῶν, πρεσβευόντων ἡμῶν εἰς Ῥ[ώμην, κ]αὶ καλού[ντων τὴν σύγκλητον· τὸ δὲ] | |
| [μέγιστον. οὐ μόνον οὐκ ἐπαύσαντο, ἀ]λλὰ καὶ, δόγμα ἡμῶν λαβόντω[ν ․․․․․․․․․․․․․․․․․․․․․․․] | |
| 25 | [․․․․․․․․․․․․․․․․․․․․․․․․․․․․] τοὺς ἀντιλέγοντας [ἡ]μῖν, οὐδ[ὲν ἔλασσον τ]ῆς τε ἐργασίας ἡμᾶς ἀ- |
| [ποκωλύουσι, τά τε χρήματα ἡμῶν ἐξι]διάζονται, σ[ύ]νοδόν [τε] ἐν Σ[ικυῶνι συν]άγουσι παρὰ τὸ δόγμα τῆς συν- | |
| [κλήτου τὸ] ἐπὶ Κορνηλίου καὶ παρὰ τοὺ]ς χρησμοὺ[ς] τοῦ [Ἀπόλλωνος. ἀξιοῦ]μεν οὖν τὴν σύγκλητον ἵνα π[α]- | |
| [․․․․․․․․․․․․․․․․․․․․․․․․․․․․․]ς ἑκατέρωι [․․․․․․․․․․․․․․․․․․] ἡμῶν ἐκτὸς τῶν τριῶν μερῶν | |
| [․․․․․․․․․․․․․․․․․․․․․․ vacat? καὶ] περὶ ὧν οἱ π[ρεσβευταὶ ἀπὸ τ]ῶν περὶ τὸν Διόνυσον τεχνιτῶν ἐξ- | |
| 30 | [αποσταλέντες τῶν συντελούντων] ἐς Ἰσθμὸν [καὶ Νεμέαν], Σωσικλείδας Φιλοκράτου, Δαμίξενος |
| [․․․․․․․․․․․․․․․․․․․․, Πο]λυκράτης [․․․․․․․․, Φί]λιππος Ἡρώδου, ἐνεφάνισαν τῇ συνκλήτωι | |
| [ὅτι οἱ τεχνίται οἱ ἐν τῇ Ἀττικῇ ὄντες, π]οιησάμεν[οι κατηγ]ορίαν κατῆς συνόδου ἐπὶ τοῦ στρ<τα>γοῦ ἐμ Μακε- | |
| δονία ․․․․․․․․․․․․․․․․․․․, γραμμά]των ἀποδ[οθέντ]ων τῇ συνόδωι ὑπ’ αὐτῶν παρὰ τοῦ στρα<τη>γοῦ ὅπως | |
| πρεσβευτὰς ἀπο[στ]είλωμεν ἐν [ἡ]μέραις [․․․]· καί, ἀπ[οστειλ]άν[τω]ν ἡμῶν πρεσβ[ευτὰς π]ερ[ὶ ὧν ὁ στρα]- | |
| 35 | τηγὸς ἐκέλευσεν τοὺς ἀμολογιουμένους αὐτῶι, Διονύσιον, Ἀνδρόνικον, Φιλοκράτην, Δ[ράκ]οντα, |
| τούσδε περὶ ὧν μὲν ε<ἶ>χον τὰς ἐντολὰς μὴ ἐπιτελέσαι, καταφρονήσαντ<α>ς δὲ τοῦ τε τῆς συγκλήτου | |
| δόγματος καὶ τοῦ στρατηγοῦ καὶ τῆς συνόδου, ἐλθόντας εἰς Πέλλαν συνθήκας ποιήσασθαι πρὸς τοὺς | |
| ἐν Ἀθήναις φ[άσκ]οντας εἶναι τεχνίτας, ἐπιτίμιον ἐπιγράψαντ<α>ς κατὰ τῆς συνόδου τάλαντα δέκα· | |
| ἐφ’ οἷς, καὶ [δο]θέντων αὐτοῖς ἐγκλημάτων κατὰ τοὺς τῆς συνόδου νόμους, παρόντες ἐν Θήβαις κα- | |
| 40 | τάδικοι ἐγένοντο, καὶ, διὰ ταῦτα, προσλαβόμενοί τ[ι]νας τῶν ἐν Θήβαις καὶ Βιοωτίαι τεχνιτῶν, τά τε |
| γράμματα τὰ κοινὰ ἀπῆλθον ἔχοντες μετὰ βίας, καὶ, ἀποστάται γενόμενοι, καθ’ ἰδίαν σύνοδον ἐ- | |
| ποιοῦντο μετ’ ἀλλήλων, ὑπεναντία πράτ<τ>οντες τῇ συνόδωι καὶ τοῖς κοινοῖς νόμοις, τήν τε δικ[αι]- | |
| οδοσίαν διέκοψαν τῶν τεχνιτῶν, τίνας ἱερεωσύνας ε<ἶ>χον ἐπενεγύων, τά τε χρήματα καὶ τ[ὰ] | |
| ἀναθήματα ἀπῆλθον ἔχοντες καὶ τοὺς ἱροὺς {²⁶ἱεροὺς}²⁶ στεφάνους, ἃ καὶ οὐκ ἀποδέδωκαν οὐδὲ ἕως τοῦ | |
| 45 | νῦν, τὰς θυσίας καὶ σπονδὰς ἐκώλυον ποιεῖν καθὼς εἰθισμένον ἦν τῇ συνόδωι τῶι τε Διον[ύ]- |
| σωι καὶ τοῖς ἄλλοις θεοῖς καὶ τοῖς κοινοῖς εὐεργέταις Ῥωμαίοις. ἀξιοῦμεν οὖν τὴν σύγκλη- | |
| τον, γεγονεῖαν καὶ ἐν τοῖς ἔμπροσθεν χρόνοις παρα<ιτί>αν τῶν μεγίστων ἀγαθῶν τῆι συνόδω[ι], | |
| συντηρῆσαι τὰ ἐκ παλαιῶν χρόνων δεδομένα τίμια καὶ φιλάνθρωπα, καὶ φροντίσαι ὅπως ἀ- | |
| ποδοθῇ τὰ χρήματα καὶ τὰ ἀναθήματα καὶ οἱ στέφανοι τῇ συνόδωι τῇ κοινῇ τῇ συντελούσῃ | |
| 50 | Ἰσθμὸν καὶ Νεμέαν, ἃ ἔχουσιν οἱ ἐν Θήβαις τεχνῖται καί τινες τῶν ἐγ Βοιωτίας ἀποσστά[ται] |
| γεγενημένοι, τάς τε συνθήκας ἃς ἐποιήσαντο ἵνα ἄκυροι γένωνται, ἐπεὶ ἐποι<ή>σαντο [․․․․] | |
| [․․․․․․․․․․․․]σται παρὰ τὰς δοθείσας αὐτοῖς ἐντολάς, καὶ γέγοναν ὑπὲρ τούτων κατάδικοι [κατὰ τοὺς] | |
| τ[ῆς συνόδ]ου νόμους, ὅπως τε οἱ νόμοι τῶν ἐξ Ἰσθμοῦ καὶ Νεμέας τεχνιτῶν κύριοι ὦσιν. vac.? περὶ τού[των] | |
| τῶν [πρα]γμάτων οὕτως ἔδοξεν· Ἀθηναίοις πρεσβευταῖς φιλανθρώπως ἀποκριθῆναι· ἄνδρας καλοὺς κα[ὶ] | |
| 55 | ἀγαθοὺς καὶ φίλους παρὰ δήμου καλοῦ κἀγαθοῦ καὶ φίλου συμμάχου τε ἡμετέρου προσαγορεῦσαι· χάρι[τα], |
| φιλίαν, συμμαχίαν τε ἀνανεώσασθαι. περὶ δὲ ὧν πραγμάτων λόγους ἐποιήσαντο, τί ἠρώτησαν ἢ <ἐ>ψηφίσ[αν]- | |
| το ἐν ἑαυτοῖς οἱ τεχνῖται οἱ ἐξ Ἰσθμοῦ καὶ Νεμέας ὧι ἔλασσον ἅμα μετ’ αὐτῶν οἱ τεχνῖται οἱ ἐν τῇ Ἀττικ[ῇ] | |
| ὄντες ἐργασίαν ποιῶσιν, τοῦτο ὅπως ἄρωσιν· ὅ δὲ σύμφωνον γεγονός ἐστιν τοῖς τεχνίταις τοῖς ἐν | |
| τῇ Ἀττικῇ οὖσιν καὶ τοῖς τεχνίταις τοῖς ἐξ Ἰσθμοῦ καὶ Νεμέας ἐπὶ Γναίου Κορνηλίου Σισέννα στρατηγο[ῦ] | |
| 60 | ἢ ἀνθυπάτου ἐκεῖ ὄντος σύμφωνον ἑστάναι ἔδοξεν. ὅπου τὸ πρότερον ἐ<κ σ>υγκλήτου δόγματος τὰς |
| συνόδους αὐτῶν ποιεῖν ἠώθασιν, ἐκεῖ αἱ σύνοδοι μετὰ ταῦτα ὅπως γίνωνται· ἔδοξεν. περὶ δὲ | |
| χρημάτων δημοσίων ἢ κοινῶν περὶ ὧν λόγους ἐποιήσαντο, ὅπως πρὸς Μάαρκον Λείβιον ὕπατον προ[σ]- | |
| ελθῶσιν, οὗτός τε ἐπιγνῶι, ἐπικρίνῃ οὕτως καθὼς <ἂν> αὐτῶι ἐκ τῶν δημοσίων πραγμάτων πίστεώς | |
| τε ἰδία<ς> φαίνηται· ἔδοξεν. ὅπως τε Λεύκιος Καλπόρνιος ὕπατος Ἀθηναίοις ξένια κατὰ τὸ διάταγμα | |
| 65 | τὸν ταμίαν ἀποστεῖλαι κελεύσῃ, οὕτως καθὼς ἂν αὐτῶι ἐκ τῶν δημοσίων πραγμάτων πίσστεώς {²⁶πίστεως}²⁶ |
| τε ἰδία<ς> φαίνηται· ἔδοξεν. | |
| b.1 | [․․․․․․․․․․․․․․․․․․․․․․․․․․․ ἀργ]υρίο[υ ἀττικο]ῦ τάλαντα δέκα, καὶ ὑπόδικος ἔστω κατ[ὰ] |
| [τοὺς νόμους ․․․․․․․․․․․․․․․․․․․․․․․․․․․․․ ὁμο]λογίαν ἔθεντο τήνδε κοινῇ σφραγισάμεν[οι] | |
| [․․․․․․․․․․․․․․․․․․․․․․․․․․․․․․․․․․․ τῶι] ἀνθυπάτωι Γναίωι Κορνηλίωι Σισένναι [․․․․․] | |
| [․․․․․․․․․․․․․․․․․․․․․․․․․․․․․․․․․․․․․ ἴ]σους μὲν ἐν Δελφοῖς καὶ ἐν Ἀθήναις ἐ[ν τ]ῶι τοῦ Διον[ύ]- | |
| 5 | [σου τεμένει ․․․․․․․, το]ὺς δὲ ἐν [Ἰσθμῶι καὶ Ν]εμέαι τεχνίτας ἐν Ἄργει [․․․․․․ τ]ῶι Ἀσκληπιείωι |
| [καὶ ἐν Θήβ]αις ἐν τῇ Καδμείαι. μάρ[τυ]ρες· Ἀριστίων Πυθ[․․․․․․․․․․․․․․, ․․․]άνωρ Ἀναξιδότο[υ] | |
| [․․․․․․․․․], Σιμίας Ἀγαθοκλέους Πελλαῖος. | |
| c.1 | ΑΝΙΜ̣ΙΕΑΣ̣ |
| ΝΟΔΗΜΟΣΑΓΗΜΗΝΙΤΗΝΓ | |
| Α̣ΤΑΚΑΙΤΑΣΚΑΤΑΔΙΚΑΣΧΑΡ | |
| ΤΩΝΣΥΝΟΔΩΝΠΑΡΑΒΑΙΝΗ̣ | |
| 5 | |
| d.1 | ΝΤΩΙΔΙΟ̣Ι̣ ΣΩ |
| ΜΕΝΩΝΠΑΡΕΚΑ | |
| ΩΜΟΛΟΓΗΜΕΝ | |
| e.1 | Λ̣ΛΟΔΩ |
| ΑΛ̣ΛΙΟΥΣΙΚΥΩΝ | |
| ΜΑΝΤΟΥΟΠΟΥΝΤΙΩ̣ | |
| f.1 | #⁷ΑΙΟΥΘΗΒΑΙΟ |
| ΞΟΥΣΘΗΒΑΙΟΣ | |
| ΣΙΟΥΘΗΒΑΙΟΣ | |
| ϜΥΦΟΡΒΩ̣ | |
| 5 | |
| g.1 | ΛΑΝΟΥΘΗ ❦ |
| Λ̣ΙΟΣΔΡΑΚΩ | |
| ΙΤΑΣϜ̣Π | |
| h.1 | ΝΩΝΣΥΝΦ |
| ΕΠΙΣΤΟΛΗΙ | |
| ΑΣΠΡΟΣΓΝΑΙΟ | |
| i.1 | ΝΤΟΣΜΑΙΜ |
| #⁷ΘΥΠΑΤΟΥ | |
| #⁷ΣΩΣΜΑΚ |