[ ] Phokis — Delphi — 130/29 BC — SIG(3) 399
1 [θ]εοί.         δόγμα            Ἀμφικτιόνων.
[ἄρ]χοντος ἐν Δελφοῖς Ἀριστίωνος τοῦ Ἀναξαν-
[δρί]δου, μηνὸς Βουκατίου, Πυθίοις· ἔδοξεν τοῖς Ἀ[μ]-
[φικτί]οσιν τοῖς συνελθοῦσιν, ἱερομνημονούν-
5 [των π]αρὰ μὲν Θεσσαλῶν Λέοντος τοῦ Κλε[ΐππου]
[Ἀτραγίο]υ, Πολλίχου τοῦ Φρύνου Γομφέως, [παρὰ δὲ]
[Ἀχαιῶν Φθι]ωτῶν Μνασάρχου τοῦ Λέο[ντος Λαρισαίου],
[Κρατησιμάχο]υ τοῦ Πολίτου Μελταιέως, παρὰ δὲ]
[Μαλιέων ․․․․․․․․]νου τοῦ Ξενο[λάου Ἐχιναίου, πα]-
10 [ρὰ] δὲ Δολόπων Δεξάνδρου τοῦ Κλεωνύμου [Ἀγ]-
[γ]ειάτου, παρὰ δὲ Δελφῶν Ἄγωνος τοῦ Ἀριστίωνο[ς],
[Ἁ]βρομάχου τοῦ Μαντίου, παρὰ δὲ Φωκέων Τιμοκρά-
[τ]ους καὶ Φαΰλλου Λιλαιέων, παρὰ δὲ Βοιωτῶν Ἀθα-
[ν]ίου τοῦ Ὀφέλτου Θηβαίου, Δημοκρίτου τοῦ Εὐθύμου
15 [Θ]εσπιέως, πὰρ δὲ Μαγνήτων Θεοδότου τοῦ Διο-
[γ]ένου, Δημητρίου τοῦ Ἑστιαίου Δημητριέων, παρὰ
[δ]ὲ Αἰνιάνων Μοσχίωνος τοῦ Σιττύρα καὶ Ἐχεσθέ-
[ν]ου τοῦ Ἀριστομένου Ὑπαταίων, παρὰ δὲ Ἀθηναίων
[Διον]υσογένου τοῦ Ἀθηνοδώρου, παρὰ δὲ Οἰταίων Φύ-
20 [λου το]ῦ Μελάντα Ἡρακλεώτου, παρὰ δὲ Λοκρῶν Ὑ-
[ποκ]νημιδίων Πύθωνος τοῦ Ἀριστίωνος Ὀπουντίου,
[πα]ρὰ δὲ Λοκρῶν τῶν Ἑσσπερίων Δάμωνος τοῦ Ἀρι-
[σ]τάρχου Ἀμφισσέως, παρὰ δὲ Δωριέων τῶν ἐγγ Μητρο-
[πό]λεως Τεισέου τοῦ Ἀλεξάνδρου Κυτινιέως, παρὰ
25 [δὲ] Περραιβῶν Χαριδήμου τοῦ Φιλοκράτου Γοννέως,
[πα]ρὰ δὲ Δωριέων τῶν ἐκ Πελοποννήσσου Διοίτα τοῦ
[Νικ]οστράτου Σικυωνίου, παρὰ δὲ Εὐβοέων Ἀντιλέον-
[το]ς τοῦ Πολιάγρου Χαλκιδέως· vacat? ἐπειδὴ οἱ περὶ
[τὸ]ν Διόνυσον τεχνῖται οἱ ἐν Ἀθήναις, ψήφιζμα καὶ
30 [π]ρεζβευτὰς {²⁶πρεσβευτὰς}²⁶ ἀποστείλαντες Διονύσιον Νύνφιδος
[τρ]αγικὸν ὑποδιδάσκαλον, Θυμο[τέλ]ην Φιλοκλέους
[τραγικὸν ποιητήν, Ἐλπίνικον Ἐπικράτου τραγικὸν ὑπο]-
[διδάσκαλον, Φιλίωνα Φιλομήλου τραγικὸν ὑποδι]-
[δάσκαλον, Ἀρίστωνα Ζήνωνος τραγικὸν ὑποδιδάσ]-
35 [καλον, ἀνανενέωνται τὴν δεδομένην τοῖς τεχνίταις]
[τοῖς ἐν Ἀθήναις πρότερον ὑπὸ τῶν Ἀμφικτιόνων ἀσυ]-
[λίαν καὶ ἀσφάλειαν κατὰ τὸ δόγμα, καὶ παρακαλοῦσιν]
[τοὺς Ἀμφικτίονας, ἀκόλουθα πράττοντας τῆι τῶν προ]-
[γόνων αἱρέσει, συντηρῆσαι τὰ ψηφισθέντα ἑαυτοῖς]
40 [φιλάνθρωπα· ὅπως οὖν καὶ οἱ Ἀμφικτίονες φαίνωνται]
[τὰ πρότερον δεδογμένα βεβαιοῦ]ντε[ς, δεδόχθαι]
[τοῖς Ἀμφικτίοσιν εἶναι τοῖς ἐν Ἀθήν]αις τεχνίται[ς τήν]
[τε ἀσυλίαν καὶ τὴν ἀσφάλειαν ε]ἰς τὸν ἀεὶ χρόνον κα-
[θὰ καὶ ἐξ ἀρχῆς ὑπῆρχεν, καὶ εἶν]αι αὐτοὺς ἀτελεῖς,
45 [καὶ μὴ ἐξεῖναι μηθενὶ ἄγειν] τὸν τεχνίτην τὸν με-
[τέχοντα τῆς ἐν Ἀθήναις σ]υνόδου μήτε πολέμου μή-
[τε εἰρήνης, μηδὲ συλᾶν, μ]ηδὲ ῥυσιάζειν, ἀλλ’ εἶναι
[αὐτοὺς ἱεροὺς καὶ ἀπολ]υπραγμονήτους, ἐὰν μή τις
[ἄγηι τινὰ τούτων πρὸς ἴ]διον χρέος· ἐὰν δέ τις παρὰ ταῦ-
50 [τα ποιῆι, ὑπόδικος ἔσ]τω ἐν Ἀμφικτίοσι, καὶ αὐτὸς καὶ
[ἡ πόλις ἐν ἧι ἂν τὸ ἀδίκ]ημα κατὰ τοῦ τεχνίτου συντε[λε]-
[σθῆι, ἵνα, τούτων γιν]ομένων, ὑπάρχηι ἥ τε ἀσυλί[α καὶ]
[ἡ ἀσφάλεια τοῖς τεχνί]ταις τοῖς ἐν Ἀθήναις, καὶ [οἱ Ἀμφι]-
[κτίονες φαίνωντα]ι ἀκόλουθα πράττοντες [τῆι]
55 [τῶν προγόνων αἱρέσ]ει· ἀναγράψαι δὲ τόδε τὸ δόγ[μα]
[ἐν Δε]λφοῖς, ὁμοίως δὲ καὶ διαποστείλασθαι τοῦ δό-
[γμ]ατος τὸ ἀντίγραφον πρὸς τὸν δῆμον τὸν Ἀθηναί-
[ω]ν, ὅπως παρακολουθῇ τὰ δεδομένα φιλάνθρωπα πα-
ρὰ τῶν Ἀμφικτιόνων τοῖς ἐν Ἀθήναις τεχνίταις· εἶναι
60 δὲ ταῦτα τοῖς ἐν Ἀθήναις τεχνίταις, ἐὰμ μή τι Ῥωμαί-
οις ὑπεναντίον ἦι. vac.? δόγμα ἀρχαῖον Ἀμφικτιό-
νων. ἐπὶ Ἱέρωνος ἄρχοντος ἐν Δελφοῖς, πυλαίας ἐαρινᾶς,
ἱερομναμονούντων Θεσσαλῶν Ἱπποδάμα, Λέοντος, Αἰ-
τωλῶν Λυκέα, Δωριμάχου, Βοιωτῶν Ἀσώπωνος,  Διονυσί-
65 δου, Φωκέων Εὐφρέα, Χαρέα· vacat? ἔδοξεν τοῖς Ἀμφικτί-
οσιν καὶ τοῖς ἱερομνάμοσιν καὶ τοῖς ἀγορατροῖς, ὅπω[ς]
ἦι εἰς πάντα χρόνον ἀσυλία καὶ ἀτέλεια τοῖς τεχνί-
ταις τοῖς ἐν Ἀθήναις, καὶ μὴ ἦι ἀγώγιμος μηθεὶς μηθαμό-
θεν, μήτε πολέμου μήτε εἰράνας, μήτε τὰ χρήματα αὐ-
70 τῶν, ἀλλ’ ἦι αὐτοῖς ἀτέλεια καὶ ἀσφάλεια εἰς πάντα χρό-
[ν]ον ἡ συνκεχωρημένη ὑπὸ πάντων τῶν Ἑλλάνων βεβαία, εἶ-
[ν]αι δὲ τοὺς τεχνίτας ἀτελεῖς στρατείας πεζικᾶς καὶ ναυτι-
[κᾶ]ς, καὶ εἰσφορᾶς πάσας, ὅπως τοῖς θεοῖς αἱ τιμαὶ καὶ αἱ θυ-
[σίαι, ἐ]φ’ ἅς εἰσι τεταγμένοι οἱ τεχνῖται, συντελῶνται ἐν τοῖς
75 [καθήκουσιν χρόνοις, ὄντων αὐτῶν ἀπολυπραγ]-
[μονήτων καὶ] ἱερῶ[ν π]ρὸς ταῖς τ[ῶν θεῶν λειτουργί]-
[αις· μὴ ἐξέσ]τω δὲ μηδενὶ ἄγειν τὸν τ[εχνίταν, μήτε πο]-
[λέμου μήτ]ε εἰρήνας, μηδὲ συλᾶν, εἴ κα [μὴ χρέος ἔχων]
[πόλει ἦι] ὑπόχρεος, καὶ ἐὰν ἰδίου ἦι συν[βόλου ὑπόχρεος]
80 [ὁ τεχνί]τας· vacat? ἐὰν δέ τις παρὰ ταῦτα ποιῆ[ι, ὑπόδικος ἔστω]
[ἐν] Ἀμφικτίοσι, αὐτός τε καὶ ἁ πόλις ἐν ἇι ἂν τὸ ἀ[δίκημα κα]-
[τ]ὰ τοῦ τεχνίτα συντελεσθῆι· εἶμεν δὲ τὰν ἀτέλει[αν καὶ τὰν ἀ]-
[σ]φάλειαν τὰ]ν δεδομέναν ὑπὸ Ἀμφικτιόνων τοῖς ἐν [Ἀθήναις]
[τ]εχνίταις εἰς τὸν ἀεὶ χρόνον, οὖσιν ἀπολυπραγμον[ήτοις]·
85 τοὺς δὲ γραμματεῖς ἀναγράψαι τὸ δόγμα εἰς στήλαν [λιθί]-
ναν, καὶ στῆσαι ἐν Δελφοῖς, πέμψαι δὲ καὶ ποτὶ Ἀθηναίο[υς]
τοῦ δόγματος τοῦδε ἀντίγραφον ἐσφραγιζμένον, ἵνα εἰδῶ-
σιν οἱ τεχνῖται ὅτι οἱ Ἀμφικτίονες πλείσταν ἔχοντι πρόνοια[ν]
ὑπὲρ τᾶς πρὸς τοὺς θεοὺς εὐσεβείας, καὶ κατακολουθήκα[ν]-
90 τι τοῖς παρακαλουμένοις ὑπὸ τῶν τεχνιτᾶν, πειράσοντα[ι]
δὲ καὶ εἰς τὸ λοιπὸν ταῦτά τε φυλάσσειν εἰς τὸν ἅπα[ντα]
χρόνον, καὶ ἄλλο ὅτι ἂν ἔχωντι ἀγαθὸν προσαύ[ξειν ὑπὲρ]
τῶν περὶ τὸν Διόνυσον τεχνιτᾶν. πρέσσβει[ς· Ἀστυδάμας]
[π]οιητὴς τραγωιδιῶν, Νεοπτόλεμος [τραγωιδός].
Search Help
Contact Us