[ ]
Phokis — Delphi — 130/29 BC — SIG(3) 399
| 1 | [θ]εοί. δόγμα Ἀμφικτιόνων. |
| [ἄρ]χοντος ἐν Δελφοῖς Ἀριστίωνος τοῦ Ἀναξαν- | |
| [δρί]δου, μηνὸς Βουκατίου, Πυθίοις· ἔδοξεν τοῖς Ἀ[μ]- | |
| [φικτί]οσιν τοῖς συνελθοῦσιν, ἱερομνημονούν- | |
| 5 | [των π]αρὰ μὲν Θεσσαλῶν Λέοντος τοῦ Κλε[ΐππου] |
| [Ἀτραγίο]υ, Πολλίχου τοῦ Φρύνου Γομφέως, [παρὰ δὲ] | |
| [Ἀχαιῶν Φθι]ωτῶν Μνασάρχου τοῦ Λέο[ντος Λαρισαίου], | |
| [Κρατησιμάχο]υ τοῦ Πολίτου Μελ[ιταιέως, παρὰ δὲ] | |
| [Μαλιέων ․․․․․․․․]νου τοῦ Ξενο[λάου Ἐχιναίου, πα]- | |
| 10 | [ρὰ] δὲ Δολόπων Δεξάνδρου τοῦ Κλεωνύμου [Ἀγ]- |
| [γ]ειάτου, παρὰ δὲ Δελφῶν Ἄγωνος τοῦ Ἀριστίωνο[ς], | |
| [Ἁ]βρομάχου τοῦ Μαντίου, παρὰ δὲ Φωκέων Τιμοκρά- | |
| [τ]ους καὶ Φαΰλλου Λιλαιέων, παρὰ δὲ Βοιωτῶν Ἀθα- | |
| [ν]ίου τοῦ Ὀφέλτου Θηβαίου, Δημοκρίτου τοῦ Εὐθύμου | |
| 15 | [Θ]εσπιέως, πὰρ δὲ Μαγνήτων Θεοδότου τοῦ Διο- |
| [γ]ένου, Δημητρίου τοῦ Ἑστιαίου Δημητριέων, παρὰ | |
| [δ]ὲ Αἰνιάνων Μοσχίωνος τοῦ Σιττύρα καὶ Ἐχεσθέ- | |
| [ν]ου τοῦ Ἀριστομένου Ὑπαταίων, παρὰ δὲ Ἀθηναίων | |
| [Διον]υσογένου τοῦ Ἀθηνοδώρου, παρὰ δὲ Οἰταίων Φύ- | |
| 20 | [λου το]ῦ Μελάντα Ἡρακλεώτου, παρὰ δὲ Λοκρῶν Ὑ- |
| [ποκ]νημιδίων Πύθωνος τοῦ Ἀριστίωνος Ὀπουντίου, | |
| [πα]ρὰ δὲ Λοκρῶν τῶν Ἑσσπερίων Δάμωνος τοῦ Ἀρι- | |
| [σ]τάρχου Ἀμφισσέως, παρὰ δὲ Δωριέων τῶν ἐγγ Μητρο- | |
| [πό]λεως Τεισέου τοῦ Ἀλεξάνδρου Κυτινιέως, παρὰ | |
| 25 | [δὲ] Περραιβῶν Χαριδήμου τοῦ Φιλοκράτου Γοννέως, |
| [πα]ρὰ δὲ Δωριέων τῶν ἐκ Πελοποννήσσου Διοίτα τοῦ | |
| [Νικ]οστράτου Σικυωνίου, παρὰ δὲ Εὐβοέων Ἀντιλέον- | |
| [το]ς τοῦ Πολιάγρου Χαλκιδέως· vacat? ἐπειδὴ οἱ περὶ | |
| [τὸ]ν Διόνυσον τεχνῖται οἱ ἐν Ἀθήναις, ψήφιζμα καὶ | |
| 30 | [π]ρεζβευτὰς {²⁶πρεσβευτὰς}²⁶ ἀποστείλαντες Διονύσιον Νύνφιδος |
| [τρ]αγικὸν ὑποδιδάσκαλον, Θυμο[τέλ]ην Φιλοκλέους | |
| [τραγικὸν ποιητήν, Ἐλπίνικον Ἐπικράτου τραγικὸν ὑπο]- | |
| [διδάσκαλον, Φιλίωνα Φιλομήλου τραγικὸν ὑποδι]- | |
| [δάσκαλον, Ἀρίστωνα Ζήνωνος τραγικὸν ὑποδιδάσ]- | |
| 35 | [καλον, ἀνανενέωνται τὴν δεδομένην τοῖς τεχνίταις] |
| [τοῖς ἐν Ἀθήναις πρότερον ὑπὸ τῶν Ἀμφικτιόνων ἀσυ]- | |
| [λίαν καὶ ἀσφάλειαν κατὰ τὸ δόγμα, καὶ παρακαλοῦσιν] | |
| [τοὺς Ἀμφικτίονας, ἀκόλουθα πράττοντας τῆι τῶν προ]- | |
| [γόνων αἱρέσει, συντηρῆσαι τὰ ψηφισθέντα ἑαυτοῖς] | |
| 40 | [φιλάνθρωπα· ὅπως οὖν καὶ οἱ Ἀμφικτίονες φαίνωνται] |
| [τὰ πρότερον δεδογμένα βεβαιοῦ]ντε[ς, δεδόχθαι] | |
| [τοῖς Ἀμφικτίοσιν εἶναι τοῖς ἐν Ἀθήν]αις τεχνίται[ς τήν] | |
| [τε ἀσυλίαν καὶ τὴν ἀσφάλειαν ε]ἰς τὸν ἀεὶ χρόνον κα- | |
| [θὰ καὶ ἐξ ἀρχῆς ὑπῆρχεν, καὶ εἶν]αι αὐτοὺς ἀτελεῖς, | |
| 45 | [καὶ μὴ ἐξεῖναι μηθενὶ ἄγειν] τὸν τεχνίτην τὸν με- |
| [τέχοντα τῆς ἐν Ἀθήναις σ]υνόδου μήτε πολέμου μή- | |
| [τε εἰρήνης, μηδὲ συλᾶν, μ]ηδὲ ῥυσιάζειν, ἀλλ’ εἶναι | |
| [αὐτοὺς ἱεροὺς καὶ ἀπολ]υπραγμονήτους, ἐὰν μή τις | |
| [ἄγηι τινὰ τούτων πρὸς ἴ]διον χρέος· ἐὰν δέ τις παρὰ ταῦ- | |
| 50 | [τα ποιῆι, ὑπόδικος ἔσ]τω ἐν Ἀμφικτίοσι, καὶ αὐτὸς καὶ |
| [ἡ πόλις ἐν ἧι ἂν τὸ ἀδίκ]ημα κατὰ τοῦ τεχνίτου συντε[λε]- | |
| [σθῆι, ἵνα, τούτων γιν]ομένων, ὑπάρχηι ἥ τε ἀσυλί[α καὶ] | |
| [ἡ ἀσφάλεια τοῖς τεχνί]ταις τοῖς ἐν Ἀθήναις, καὶ [οἱ Ἀμφι]- | |
| [κτίονες φαίνωντα]ι ἀκόλουθα πράττοντες [τῆι] | |
| 55 | [τῶν προγόνων αἱρέσ]ει· ἀναγράψαι δὲ τόδε τὸ δόγ[μα] |
| [ἐν Δε]λφοῖς, ὁμοίως δὲ καὶ διαποστείλασθαι τοῦ δό- | |
| [γμ]ατος τὸ ἀντίγραφον πρὸς τὸν δῆμον τὸν Ἀθηναί- | |
| [ω]ν, ὅπως παρακολουθῇ τὰ δεδομένα φιλάνθρωπα πα- | |
| ρὰ τῶν Ἀμφικτιόνων τοῖς ἐν Ἀθήναις τεχνίταις· εἶναι | |
| 60 | δὲ ταῦτα τοῖς ἐν Ἀθήναις τεχνίταις, ἐὰμ μή τι Ῥωμαί- |
| οις ὑπεναντίον ἦι. vac.? δόγμα ἀρχαῖον Ἀμφικτιό- | |
| νων. ἐπὶ Ἱέρωνος ἄρχοντος ἐν Δελφοῖς, πυλαίας ἐαρινᾶς, | |
| ἱερομναμονούντων Θεσσαλῶν Ἱπποδάμα, Λέοντος, Αἰ- | |
| τωλῶν Λυκέα, Δωριμάχου, Βοιωτῶν Ἀσώπωνος, Διονυσί- | |
| 65 | δου, Φωκέων Εὐφρέα, Χαρέα· vacat? ἔδοξεν τοῖς Ἀμφικτί- |
| οσιν καὶ τοῖς ἱερομνάμοσιν καὶ τοῖς ἀγορατροῖς, ὅπω[ς] | |
| ἦι εἰς πάντα χρόνον ἀσυλία καὶ ἀτέλεια τοῖς τεχνί- | |
| ταις τοῖς ἐν Ἀθήναις, καὶ μὴ ἦι ἀγώγιμος μηθεὶς μηθαμό- | |
| θεν, μήτε πολέμου μήτε εἰράνας, μήτε τὰ χρήματα αὐ- | |
| 70 | τῶν, ἀλλ’ ἦι αὐτοῖς ἀτέλεια καὶ ἀσφάλεια εἰς πάντα χρό- |
| [ν]ον ἡ συνκεχωρημένη ὑπὸ πάντων τῶν Ἑλλάνων βεβαία, εἶ- | |
| [ν]αι δὲ τοὺς τεχνίτας ἀτελεῖς στρατείας πεζικᾶς καὶ ναυτι- | |
| [κᾶ]ς, καὶ εἰσφορᾶς πάσας, ὅπως τοῖς θεοῖς αἱ τιμαὶ καὶ αἱ θυ- | |
| [σίαι, ἐ]φ’ ἅς εἰσι τεταγμένοι οἱ τεχνῖται, συντελῶνται ἐν τοῖς | |
| 75 | [καθήκουσιν χρόνοις, ὄντων αὐτῶν ἀπολυπραγ]- |
| [μονήτων καὶ] ἱερῶ[ν π]ρὸς ταῖς τ[ῶν θεῶν λειτουργί]- | |
| [αις· μὴ ἐξέσ]τω δὲ μηδενὶ ἄγειν τὸν τ[εχνίταν, μήτε πο]- | |
| [λέμου μήτ]ε εἰρήνας, μηδὲ συλᾶν, εἴ κα [μὴ χρέος ἔχων] | |
| [πόλει ἦι] ὑπόχρεος, καὶ ἐὰν ἰδίου ἦι συν[βόλου ὑπόχρεος] | |
| 80 | [ὁ τεχνί]τας· vacat? ἐὰν δέ τις παρὰ ταῦτα ποιῆ[ι, ὑπόδικος ἔστω] |
| [ἐν] Ἀμφικτίοσι, αὐτός τε καὶ ἁ πόλις ἐν ἇι ἂν τὸ ἀ[δίκημα κα]- | |
| [τ]ὰ τοῦ τεχνίτα συντελεσθῆι· εἶμεν δὲ τὰν ἀτέλει[αν καὶ τὰν ἀ]- | |
| [σ]φάλειαν τὰ]ν δεδομέναν ὑπὸ Ἀμφικτιόνων τοῖς ἐν [Ἀθήναις] | |
| [τ]εχνίταις εἰς τὸν ἀεὶ χρόνον, οὖσιν ἀπολυπραγμον[ήτοις]· | |
| 85 | τοὺς δὲ γραμματεῖς ἀναγράψαι τὸ δόγμα εἰς στήλαν [λιθί]- |
| ναν, καὶ στῆσαι ἐν Δελφοῖς, πέμψαι δὲ καὶ ποτὶ Ἀθηναίο[υς] | |
| τοῦ δόγματος τοῦδε ἀντίγραφον ἐσφραγιζμένον, ἵνα εἰδῶ- | |
| σιν οἱ τεχνῖται ὅτι οἱ Ἀμφικτίονες πλείσταν ἔχοντι πρόνοια[ν] | |
| ὑπὲρ τᾶς πρὸς τοὺς θεοὺς εὐσεβείας, καὶ κατακολουθήκα[ν]- | |
| 90 | τι τοῖς παρακαλουμένοις ὑπὸ τῶν τεχνιτᾶν, πειράσοντα[ι] |
| δὲ καὶ εἰς τὸ λοιπὸν ταῦτά τε φυλάσσειν εἰς τὸν ἅπα[ντα] | |
| χρόνον, καὶ ἄλλο ὅτι ἂν ἔχωντι ἀγαθὸν προσαύ[ξειν ὑπὲρ] | |
| τῶν περὶ τὸν Διόνυσον τεχνιτᾶν. πρέσσβει[ς· Ἀστυδάμας] | |
| [π]οιητὴς τραγωιδιῶν, Νεοπτόλεμος [τραγωιδός]. |