[ ] Phokis — Delphi — ca. 7 BC
1 ἀγαθῆι τύχηι. ἐπὶ ἄρχοντο[ς] ἐν Δ[ελ]φοῖς Ξεναγόρα, Ἀθή[νησι]
δὲ Ἀπολήξιδος τοῦ Φιλοκράτους, οἵδε ἤγαγον τ[ὴν δω]-
δεκῇδα τὴν πρωτο<βο>ίαν· ἱερεὺς Ἀπόλλωνος [Πυθί]-
ου καὶ Πατρώιου Ε[ὐ]κλῆς Ἡρώδου Μαραθώνιος, ἐξηγ[ητὴς]
5 <π>υθόχρηστος ἐξ [Ε]ὐπατριδῶν Πολύκριτος Πολυχάρμου Ἀτ[η]-
νεύς, ἐξηγητὴς [κ]εχειροτονημένος ἐξ Εὐπατριδῶν ὑπὸ τ[οῦ]
δήμου Διότιμος Δ[ιο]δώρου Ἁλαιεύς, κῆρυξ τοῦ θεοῦ ἐκ τοῦ γ[ένους]
τῶν Κηρύκων κα[ὶ ἱ]ερεὺς <Ἑ>ρμοῦ Γόργιππος Εὐδήμου Με[λιτεύς],
ἱερομνήμων Θ[ε]ογένης Θ[ε]ογένους, γόνωι δὲ [— — — — — —],
10 Εὐπυρίδης, μά[ν]τις Ἄριστος Ἀ<μ>μωνίου Λα[— — —, αὐλητὴς]
Μηνόδωρος Μηνοδώρου Παμβωτ[δης].
Search Help
Contact Us