[ ]
Phokis — Delphi — 11 BC
| 1 | ἀγαθῆι τύχηι τῆς βουλ[ῆς κ]αὶ τοῦ δήμου τοῦ Ἀθηναίων. |
| ἐπὶ ἄρχοντος ἐν Δελφοῖς Τιμολέωνος, Ἀθήνησι δὲ | |
| Θεοφίλου τοῦ Διοδώρου, οἵδε ἤγαγον τὴν δωδεκῇδα· | |
| ὁ ἱερεὺς τοῦ Ἀπ<ό>λλωνος τοῦ Πυθίου Εὐκλῆς Ἡρώδου, | |
| 5 | ὁ πυθόχρηστος ἐξ Εὐπατριδῶν ἐξηγητὴς Π<ο>λύκριτος |
| Πολυχάρμου, ὁ ὑπὸ τοῦ δήμου καθεσταμένος ἐξ Εὐπατρι- | |
| [δ]ῶν ἐξηγητὴς Διότιμος Διοδώρου, κῆρυξ τοῦ Ἀπόλλωνος | |
| [κα]ὶ ἱερεὺς τοῦ Ἑρμοῦ τοῦ Πατρῴου Κηρύκων Γόργιππος | |
| [Εὐ]δήμου, ἱερομνήμων Ἡρόδοτος Μουσαίου, μάντεις Λυσί- | |
| 10 | [ας Π]αραμόνου, Ἄριστος Ἀμμωνίου, αὐλητὴς Μηνόδωρος Μη- |
| [νοδ]ώρου. |