[ ] Phokis — Delphi — 26 BC — SIG(3) 773
1 [ἀγ]αθῇ τύχῃ τῆς βουλῆς καὶ τοῦ δήμου το[ῦ Ἀθηνα]ίων. ἐπὶ ἄρχοντος
ἐν Δελφοῖς Ἀντιγένου, Ἀθήνησι δὲ Ἀρχιτίμου, οἵδε ἤγαγον τὴν δωδε-
κῇδα· ὁ ἱερεὺς τοῦ Ἀπόλλωνος Εὐκλῆς Ἡρώδου Μαραθώνιος, ἐξηγητὴς ὁ πυθό-
χρηστος ἐξ Εὐπατριδῶν Πολύκριτος Πολυχάρμου Ἀζηνιεύς, ἐξηγητὴς ἐξ Εὐπα-
5 τριδῶν ὁ ὑπὸ τοῦ δήμου καθεσταμένος Διότιμος Διοδώρου Ἁλαιεύς, κῆρυξ τοῦ
Ἀπόλλωνος καὶ ἱερεὺς Ἑρμοῦ Πατρῴου Κηρύκων Γόργιππος Εὐδήμου Μελιτεύς,
ἱερομνήμων Θρασυκλῆς Ἀρχικλέους Λακιάδης, μάντεις Ἀρχικλῆς Θρασυκλέους Λακι-
άδης, Λυσίας Παραμόνου Λακιάδης.
Search Help
Contact Us