[ ]
Phokis — Delphi — ca. 80 BC
I.1 | ἔδοξεν τᾶι πόλει τῶν Δελφῶν ἐν ἀγορᾶι |
τελείωι σὺν ψάφοις ταῖς ἐννόμοις· ἐπει- | |
δὴ Δημήτριος Ἀριστοξένου Ἀθηναῖος, | |
ἱερεὺς τοῦ Ἀπόλλωνος τοῦ Πυθίου, ὑπάρ- | |
5 | χων δὲ καὶ θεωροδόκος τᾶς πόλιος ἁμῶν, |
εὐσεβῶς μὲν διακείμενος τυγχάνει πο- | |
τὶ τὸν Ἀπόλλω τὸν Πύθιον, εὐνοϊκῶς δὲ | |
καὶ ποτὶ τὰν πόλιν ἁμῶν, εὔχρηστον αὐτοσαυτὸν | |
παρασκευάζων καὶ κοινᾶι καὶ καθ’ ἰδίαν τοῖς ἐντυγχα- | |
10 | νόντο<ι>ς αὐτῶι τῶν πολιτᾶν, περὶ ὧν κά τις αὐτὸ[ν παρακ]α- |
[λῆι] χρείαν ἔ[χων], φανερ[άν τε ὑπὲρ αὐτῶν ποιο]ύ[μενος φροντ]ίδα· | |
II.1 | ἀγαθᾶι [τύχαι]· δεδόχθαι τᾶι πόλει τῶν |
Δελφῶν· [ἐπ]αινέσαι Δημήτριον Ἀριστοξέ- | |
νου Ἀθηναῖον ἐπὶ τοῖς προγεγραμμένοις | |
πάντοις, καὶ [ὑ]πάρχειν αὐτῶι τε καὶ ἐκγόνοις πα- | |
5 | ρὰ τᾶς πόλιος προξενίαν, προμαντείαν, προδικί- |
αν, ἀσυλίαν, [ἀτ]έλειαν, προεδρίαν ἐμ πᾶσι τοῖς | |
ἀγών[οις οἷς] ἁ πόλις τίθητι, καὶ τἄλλα τίμια πάντα | |
ὅσα καὶ [τοῖς πρ]οξένοις καὶ εὐεργέταις τᾶς πόλιος ὑ- | |
πάρχει. ἄρχ[οντ]ος Λαιάδα, βουλευόντων Ἀρχία, | |
10 | Διονυσί[ου, Θε]οχάριος, Νικοστράτου. |