[ ]
Phokis — Delphi — ca. 80 BC
| I.1 | ἔδοξεν τᾶι πόλει τῶν Δελφῶν ἐν ἀγορᾶι |
| τελείωι σὺν ψάφοις ταῖς ἐννόμοις· ἐπει- | |
| δὴ Δημήτριος Ἀριστοξένου Ἀθηναῖος, | |
| ἱερεὺς τοῦ Ἀπόλλωνος τοῦ Πυθίου, ὑπάρ- | |
| 5 | χων δὲ καὶ θεωροδόκος τᾶς πόλιος ἁμῶν, |
| εὐσεβῶς μὲν διακείμενος τυγχάνει πο- | |
| τὶ τὸν Ἀπόλλω τὸν Πύθιον, εὐνοϊκῶς δὲ | |
| καὶ ποτὶ τὰν πόλιν ἁμῶν, εὔχρηστον αὐτοσαυτὸν | |
| παρασκευάζων καὶ κοινᾶι καὶ καθ’ ἰδίαν τοῖς ἐντυγχα- | |
| 10 | νόντο<ι>ς αὐτῶι τῶν πολιτᾶν, περὶ ὧν κά τις αὐτὸ[ν παρακ]α- |
| [λῆι] χρείαν ἔ[χων], φανερ[άν τε ὑπὲρ αὐτῶν ποιο]ύ[μενος φροντ]ίδα· | |
| II.1 | ἀγαθᾶι [τύχαι]· δεδόχθαι τᾶι πόλει τῶν |
| Δελφῶν· [ἐπ]αινέσαι Δημήτριον Ἀριστοξέ- | |
| νου Ἀθηναῖον ἐπὶ τοῖς προγεγραμμένοις | |
| πάντοις, καὶ [ὑ]πάρχειν αὐτῶι τε καὶ ἐκγόνοις πα- | |
| 5 | ρὰ τᾶς πόλιος προξενίαν, προμαντείαν, προδικί- |
| αν, ἀσυλίαν, [ἀτ]έλειαν, προεδρίαν ἐμ πᾶσι τοῖς | |
| ἀγών[οις οἷς] ἁ πόλις τίθητι, καὶ τἄλλα τίμια πάντα | |
| ὅσα καὶ [τοῖς πρ]οξένοις καὶ εὐεργέταις τᾶς πόλιος ὑ- | |
| πάρχει. ἄρχ[οντ]ος Λαιάδα, βουλευόντων Ἀρχία, | |
| 10 | Διονυσί[ου, Θε]οχάριος, Νικοστράτου. |