[ ]
Phokis — Delphi — 362/1 BC — SEG 16.341; SEG 25.586 — Bousquet — BCH 80.1956.550-554
| 1 | — — — — — — — — — —#⁷#⁷․․#⁷#⁷ΟΝ․3-5․ |
| ․c.8-10․․ Φ̣ο̣ῖ̣βος γενεὰμ μαντεύμασι δῶκεν | |
| εὐχῆς εἰσαΐων, κομίσαι τε κόμας προσέταξεν. | |
| εἰς μῆνα ἑνδέκατον θυγάτηρ γόνιμος γεγένητο, | |
| 5 | [ἀ]σκηθής, τρίχας ἐκ κεφαλῆς ὄσσωμ μέχρι ἔχουσα. |
| [ἐ]ν δὲ ἔτεϊ πρώτωι στήθους ἐπὶ μῆκος ἵκοντο, | |
| καὶ οὔτε κύουσα γυνὴ νούσοις ἔχετο ὡς τὸ πάροιθ[ε], | |
| [ο]ὐδὲ πόνους δεινοὺς τεκνογεννήτους ὑπέμεινε̣[ν], | |
| βουλαῖς κουροτρόφου Λοχίας Μοιρῶν τε τελείων, | |
| 10 | [κ]αὶ Φοίβου διὰ μῆτιν· ἐπωνό̣μασαν δὲ γονῆες |
| Δ̣ε̣λ̣φίδα, μαντείας ἕνεκεμ μνημεῖά τε Δελφῶν. | |
| [εἰ]ς δὲ τέταρτο̣ν̣ [ἔτος — — —]#⁷․․․#⁷ ἐτέκνωσαν | |
| ․․ΕΙ#⁷#⁷[․․․․c.13․․․․․ αὐ]θῆμαρ ἔχουσαν | |
| — — — — — — — — — —#⁷ μέχρι, τὴ̣ν ὀνόμαξαν | |
| 15 | — — — — — — — — — — —οι Πυθοῦς ἐρατεινῆς |
| [— — — — — — — — — — τε(?)]λοῦντες, Πύθι’ Ἄπολλον, | |
| [— — — — — — — — — — — γε]ν[έ]θλια δωροφοροῦντες | |
| — — — — — — — — — — — —τιος μνημεῖ’ ἀνέγραψαν. | |
| [ἐπὶ ἄρχοντος] Ἀντιχάρεος, | |
| 20 | [․․․․10․․․․ πρ]όξενος καὶ |
| [εὐεργέτης Δελ]φῶν, αὐτὸς κ- | |
| [αὶ τοὶ παῖδες. ἔ]δωκ[αν] αὐτῶ- | |
| [ι καὶ γένει προε]δ[ρ]ίαν, προ- | |
| [δικίαν, ἐπιτιμά]ν, [ἀτέ]λει[α]- | |
| 25 | [ν πάντων κὰτ τὸν νόμον ․․․]. |