[ ]
Phokis — Delphi — 200/199 BC
| 1 | θ[εοί]. |
| ἄρχοντος Μαντ[ία, βουλευόντων — —]ος, Ἀριστάρχου, Κλέωνος, ἔδοξε | |
| τᾶι πόλει τῶν Δε[λφῶν ἐν ἀγορᾶι τελείωι σ]ὺμ ψάφοις ταῖς ἐννόμοις· ἐπειδὴ | |
| Σάτυρος Πολε[μάρχου Ἀγρινιεὺς ἔν τε τ]οῖς ἔμπροσθεν χρόνοις εὔνους ὢν | |
| 5 | διετέλει τᾶι π[όλει καὶ νῦν κατασταθεὶ]ς ὑπὸ τῶν Αἰτωλῶν ἐπιμελητὰς |
| [τ]οῦ τε ἱεροῦ κα[ὶ τᾶς πόλιος ὁσίως καὶ ἐ]νδόξως τό τε ἱερὸν καὶ τὰμ πόλιν διε- | |
| φύλαξε καὶ το[ῖς πολίταις συνανεστράφη] καλῶς καὶ [εὐ]γνωμόνως καὶ τάν τε | |
| ὑπάρχουσαν ὁ[μόνοιαν ποτί τε αὐτοσαυτ]οὺς καὶ ποτὶ τοὺς Αἰτωλοὺς ἐπὶ πλέον | |
| συναύξησε [καὶ διεξαγαγὼν ὅσα τῶν ἐγκ]λημάτων οἵ τε Δελφοὶ καὶ οἱ ἐν Δελφοῖς | |
| 10 | κατοικέοντες [ἐπέτρεψαν αὐτῶι κατὰ τὰ]ν συμβολὰν διέλυσε αὐτοὺς πάντας |
| καλῶς καὶ ε[ὐγνωμόνως· δεδόχθαι ἐπαι]νέ[σαι Σ]άτυρον Πολεμάρχου Ἀγρινιέα | |
| εὐσεβείας ἕ[νεκεν καὶ εὐεργεσίας τᾶς π]οτ[ὶ τό] τε ἱερὸν καὶ τὰμ πόλιν· [εἶμεν] δὲ α[ὐ]τὸν | |
| πρόξενον [τᾶς πόλιος καὶ ἐκγόνου]ς· ὑπ[άρχειν δὲ αὐτῶι καὶ ἐκγόνοις] προμαντείαν, | |
| [ἀ]συλίαν, ἀτ[έλειαν, προεδρίαν ἐμ πάν]τοις τοῖς ἀγώ[ν]οις οὓς ἁ πόλις τίθητι καὶ τἆλλα [ὅσα] | |
| 15 | [κα]ὶ τοῖ[ς] ἄ[λλοις προξένοις καὶ εὐερ]γέταις τοῦ ἱεροῦ καὶ τᾶς πόλιος· δεδόσθαι δὲ |
| [α]ὐτῶι κ[αὶ ἐκγόνοις καὶ ἐπινομίαν ἐν τᾶι] Δελφίδι τὸμ πάντα χρόνον. |