[ ] Phokis — Delphi — 200/199 BC
1                                 θ[εοί].
ἄρχοντος Μαντ[ία, βουλευόντων — —]ος, Ἀριστάρχου, Κλέωνος, ἔδοξε
τᾶι πόλει τῶν Δε[λφῶν ἐν ἀγορᾶι τελείωι σ]ὺμ ψάφοις ταῖς ἐννόμοις· ἐπειδὴ
Σάτυρος Πολε[μάρχου Ἀγρινιεὺς ἔν τε τ]οῖς ἔμπροσθεν χρόνοις εὔνους ὢν
5 διετέλει τᾶι π[όλει καὶ νῦν κατασταθεὶ]ς ὑπὸ τῶν Αἰτωλῶν ἐπιμελητὰς
[τ]οῦ τε ἱεροῦ κα[ὶ τᾶς πόλιος ὁσίως καὶ ἐ]νδόξως τό τε ἱερὸν καὶ τὰμ πόλιν διε-
φύλαξε καὶ το[ῖς πολίταις συνανεστράφη] καλῶς καὶ [εὐ]γνωμόνως καὶ τάν τε
ὑπάρχουσαν ὁ[μόνοιαν ποτί τε αὐτοσαυτ]οὺς καὶ ποτὶ τοὺς Αἰτωλοὺς ἐπὶ πλέον
συναύξησε [καὶ διεξαγαγὼν ὅσα τῶν ἐγκ]λημάτων οἵ τε Δελφοὶ καὶ οἱ ἐν Δελφοῖς
10 κατοικέοντες [ἐπέτρεψαν αὐτῶι κατὰ τὰ]ν συμβολὰν διέλυσε αὐτοὺς πάντας
καλῶς καὶ ε[ὐγνωμόνως· δεδόχθαι ἐπαι]νέ[σαι Σ]άτυρον Πολεμάρχου Ἀγρινιέα
εὐσεβείας ἕ[νεκεν καὶ εὐεργεσίας τᾶς π]οτ[ὶ τό] τε ἱερὸν καὶ τὰμ πόλιν· [εἶμεν] δὲ α[ὐ]τὸν
πρόξενον [τᾶς πόλιος καὶ ἐκγόνου]ς· ὑπ[άρχειν δὲ αὐτῶι καὶ ἐκγόνοις] προμαντείαν,
[ἀ]συλίαν, ἀτ[έλειαν, προεδρίαν ἐμ πάν]τοις τοῖς ἀγώ[ν]οις οὓς ἁ πόλις τίθητι καὶ τἆλλα [ὅσα]
15 [κα]ὶ τοῖ[ς][λλοις προξένοις καὶ εὐερ]γέταις τοῦ ἱεροῦ καὶ τᾶς πόλιος· δεδόσθαι δὲ
[α]ὐτῶι κ[αὶ ἐκγόνοις καὶ ἐπινομίαν ἐν τᾶι] Δελφίδι τὸμ πάντα χρόνον.
Search Help