[ ] Phokis — Delphi — ca. 240 BC
1         θε[οί].
Δελφοὶ ἔδωκαν Πα[υ]σιμάχωι Λεωνίδου
Ἁλικαρνασσεῖ [αὐτῶι κ]αὶ ἐ[κ]γόνοις προξε-
νίαν, προμαν[τείαν], ε[ὐ]εργεσίαν, προεδρί-
5 αν, προδικίαν ποτὶ [Δ]ελφούς, ἐπιτιμάν, ἀσυ-
λίαν, ἀτέλειαν [πάντων] καὶ τἆλλα ὅσα καὶ
τοῖς ἄλλοις προξένοις καὶ εὐεργέταις. ἄρχον-
τος Ἀρχέλα, βουλε[υ]όντων Ἐρασίππου,
Κλεινία, Ἀλεξάρχου.
Search Help
Contact Us