[ ]
Phokis — Delphi — ca. 240 BC
| 1 | θε[οί]. |
| Δελφοὶ ἔδωκαν Πα[υ]σιμάχωι Λεωνίδου | |
| Ἁλικαρνασσεῖ [αὐτῶι κ]αὶ ἐ[κ]γόνοις προξε- | |
| νίαν, προμαν[τείαν], ε[ὐ]εργεσίαν, προεδρί- | |
| 5 | αν, προδικίαν ποτὶ [Δ]ελφούς, ἐπιτιμάν, ἀσυ- |
| λίαν, ἀτέλειαν [πάντων] καὶ τἆλλα ὅσα καὶ | |
| τοῖς ἄλλοις προξένοις καὶ εὐεργέταις. ἄρχον- | |
| τος Ἀρχέλα, βουλε[υ]όντων Ἐρασίππου, | |
| Κλεινία, Ἀλεξάρχου. |