[ ]
Phokis — Delphi — ca. 90 BC
1 | ἄρχοντος Βαβύλου, βου[λευόντων] Τιμολέωνο[ς], |
Κλεομάντιος, Ἄρχωνος, Μελισσίωνος, ἀπέδοτο Ἐπι- | |
σθένης Θεοτίμου τῶι Ἀπόλλωνι ἐπ’ ἐλευθερίαι | |
σῶμα γυναικεῖον ἇι ὄνομα Ἑλλάς, τιμᾶς ἀργυρίου 𐅖𐅖 {⁸2 mn.}⁸ | |
5 | καὶ τὰν τιμὰν ἔχει πᾶσαν. βεβαιωτὴρ Μαντίας Κλεο- |
δάμου. ἐξουσίαν δὲ ἐχέτω Ἑλλὰς ποιοῦσα ὅ θέλει, καὶ | |
ἀποτρέχουσα οἷς θέλει. μάρτυροι Ἁγίων, Πυρρίας, | |
Κλεώνδας, Εὐάμερος, Διόδωρος Ἄρχωνος. |