[ ]
Phokis — Delphi — ca. 90 BC
| 1 | ἄρχοντος Βαβύλου, βου[λευόντων] Τιμολέωνο[ς], |
| Κλεομάντιος, Ἄρχωνος, Μελισσίωνος, ἀπέδοτο Ἐπι- | |
| σθένης Θεοτίμου τῶι Ἀπόλλωνι ἐπ’ ἐλευθερίαι | |
| σῶμα γυναικεῖον ἇι ὄνομα Ἑλλάς, τιμᾶς ἀργυρίου 𐅖𐅖 {⁸2 mn.}⁸ | |
| 5 | καὶ τὰν τιμὰν ἔχει πᾶσαν. βεβαιωτὴρ Μαντίας Κλεο- |
| δάμου. ἐξουσίαν δὲ ἐχέτω Ἑλλὰς ποιοῦσα ὅ θέλει, καὶ | |
| ἀποτρέχουσα οἷς θέλει. μάρτυροι Ἁγίων, Πυρρίας, | |
| Κλεώνδας, Εὐάμερος, Διόδωρος Ἄρχωνος. |