[ ] Phokis — Delphi — ca. 231 BC
1 Δελφοὶ ἔδωκαν Στρονβί[χω]ι Λαττ[ά]βου Αἰτωλῶι αὐτῶι καὶ
ἐκγόνοις προξενίαν, προμαντείαν, προεδρίαν ἐμ πᾶσι τοῖς ἀγώ-
νοις οἷς ἁ πόλις τίθητι προδικίαν, ἀσυλίαν, ἀτέλειαν καὶ τἆλ-
λα ὅσα καὶ τοῖς ἄλλοις προξένοις καὶ εὐεργέταις. ἄρχοντος
5 Δαμοχάρεος, βουλευόντων Δάμωνος, Δαμοτίμου, Κλεωνύμου.

MCP server: epigraphy-mcp.packhum.org

Search Help
Contact Us
MCP server