[ ]
Phokis — Delphi — ca. 251 BC
| 1 | Δελφοὶ ἔδωκαν Ἀνδρομένει Κλεωνύμου Αἰτωλῶι |
| αὐτῶι καὶ ἐκγόνοις προξενίαν, προμαντείαν, προεδρίαν | |
| ἐμ πᾶσι τοῖς ἀγώνοις οἷς ἁ πόλις τίθητι, προδικίαν, ἀσυλίαν, | |
| ἀτέλειαν καὶ τἆλλα ὅσα καὶ τοῖς ἄλλοις προξένοις καὶ | |
| 5 | εὐεργέταις. ἄρχοντος Ἀρχιδάμου, βουλευόντων Ἀριστα- |
| γόρα, Δάμωνος, Ἀθάμβου. |