[ ]
Phokis — Delphi — undated
| 1 | θεός. |
| ἔδοξε τᾶι πόλει τῶν Δελφῶν· ἐπειδὴ Θράσων καὶ Σωκράτης Πάτρωνος Αἰγιρᾶται παραγενό- | |
| μενοι ποθ’ ἁμὲ ἐπιδείξεις ἐποήσαντο τῶι θεῶι διὰ τῶν λυρικῶν συστημάτων προφε- | |
| ρόμενοι [τ]ῶν ἀρχαίων πο[ητ]ᾶν ἃ ἦν πρέποντα ποτί τε τὸν θεὸν καὶ τὰν πόλιν ἁμῶν, φιλοτι- | |
| 5 | μίας καὶ σπουδᾶς οὐθὲν ἐλ[λ]είποντες, ἔτι δὲ καὶ τὰν ἐνδαμίαν καὶ τὰν ἀναστροφὰν [ἐ]- |
| ποήσαντο ἀξίαν αὐτοσαυτῶν τε καὶ τᾶς πόλιος ἁμῶν· ἀγαθᾶι τύχαι δεδόχθαι τᾶι πόλει | |
| τῶν Δελφῶν ἐπαινέσαι Θράσωνα καὶ Σωκράτην ἐπὶ τᾶι αἱρέσει ἇι τυνχάνοντι ἔχοντες ἐν | |
| τῶι ἐπιταδεύματι· εἶμεν δὲ αὐτοὺς προξένους τε καὶ εὐεργέτας τᾶς πόλιος καὶ αὐτοὺ[ς] | |
| καὶ ἐκγόνους αὐτῶν· ὑπάρχειν δὲ αὐτοῖς ὅσα καὶ τοῖς ἄλλοις προξένοις καὶ εὐεργέταις. | |
| 10 | ἄρχοντος Ἀνδρονίκου τοῦ Φρικίδα, βουλευόντων Εὐαγόρα, Καλ<λ>ιμάχου, γραμματεύοντος |
| Εὐαγγέλου. |