[ ] Phokis — Delphi — undated
1                          θεός.
ἔδοξε τᾶι πόλει τῶν Δελφῶν· ἐπειδὴ Θράσων καὶ Σωκράτης Πάτρωνος Αἰγιρᾶται παραγενό-
μενοι ποθ’ ἁμὲ ἐπιδείξεις ἐποήσαντο τῶι θεῶι διὰ τῶν λυρικῶν συστημάτων προφε-
ρόμενοι [τ]ῶν ἀρχαίων πο[ητ]ᾶν ἃ ἦν πρέποντα ποτί τε τὸν θεὸν καὶ τὰν πόλιν ἁμῶν, φιλοτι-
5 μίας καὶ σπουδᾶς οὐθὲν ἐλ[λ]είποντες, ἔτι δὲ καὶ τὰν ἐνδαμίαν καὶ τὰν ἀναστροφὰν [ἐ]-
ποήσαντο ἀξίαν αὐτοσαυτῶν τε καὶ τᾶς πόλιος ἁμῶν· ἀγαθᾶι τύχαι δεδόχθαι τᾶι πόλει
τῶν Δελφῶν ἐπαινέσαι Θράσωνα καὶ Σωκράτην ἐπὶ τᾶι αἱρέσει ἇι τυνχάνοντι ἔχοντες ἐν
τῶι ἐπιταδεύματι· εἶμεν δὲ αὐτοὺς προξένους τε καὶ εὐεργέτας τᾶς πόλιος καὶ αὐτοὺ[ς]
καὶ ἐκγόνους αὐτῶν· ὑπάρχειν δὲ αὐτοῖς ὅσα καὶ τοῖς ἄλλοις προξένοις καὶ εὐεργέταις.
10 ἄρχοντος Ἀνδρονίκου τοῦ Φρικίδα, βουλευόντων Εὐαγόρα, Καλ<λ>ιμάχου, γραμματεύοντος
Εὐαγγέλου.
Search Help