[ ]
Phokis — Delphi — ca. 253 BC
| 1 | θεός. |
| Δελφοὶ ἔδωκαν Θεοδώρωι Ἀνδροβίου Τεγεάται | |
| αὐτῶι καὶ ἐκγόνοις προξενίαν, προμαντείαν, προεδρίαν, | |
| προδικίαν ποὶ Δελφούς, ἀτέλειαν πάντων καὶ τἆλλα ὅσα | |
| 5 | καὶ τοῖς ἄλλοις προξένοις κατὰ τὸν νόμον. ἄρχοντος Αἰσχριώνδα, |
| βουλευόντων Τιμοκράτευς, Ἱέρου, Ἁγίωνος. |