[ ] Phokis — Delphi — ca. 321 BC — SEG 18.222; BE 71.361 — Bousquet
A.1 [σὸν κατά, ἄναξ], ἱερὸν τέμ[εν]ος, κλυτότοξε, συνωρὶς
[ἔστεφεν Ἄρχ]ωνος Δελφίδι κρᾶτα δάφναι,
[ὃς Βαβυλῶ]ν̣α ἱερὰν κραῖνεν χθόνα, πολλὰ δὲ δίωι
[σύμ ποτε] Ἀ̣λεξάνδρωι στᾶσε τρόπαια δορός.
5 [τοὔνε]κά οἱ μορφὰς γονέων κτίσεν ἠδὲ συναίμων
[τά]σδε, κλέος δ’ ἀρετᾶς Πέλλα σύνοιδε πατρίς.
B.1 [ὦ] μ̣άκα̣ρ̣ εὐκλείας Ἄρχων στέ[φανον δὶς ἐδέξω(?)]
  Ἴσθμια νικήσας Πύθιά τε ἱππ̣[οσύναι]·
ζηλοῦται δὲ πατὴρ Κλεῖνος κ̣[αὶ πότνια μήτηρ(?)]
  Πέλλα τε ἀείμναστον πατρὶς ἔ[χουσα κλέος].
C.1 Δελφοὶ ἔδωκαν Συνέσει, Ἄρχων[ι καὶ τοῖς τούτου]
ἀδελφοῖς Κλείνου Μακεδόσιν ἐ[κ Πέλλης αὐτο]-
ῖς καὶ ἐκγόνοις προξενίαν, προμ[αντείαν, προεδρ]-
ίαν, ἀτέλειαν, ἀσυλίαν, προδικί[αν, ἐπιτιμάν],
5 καὶ τἄλλα ὅσα καὶ τοῖς ἄλλοις προ[ξένοις, ἄρχοντος]
[Δαμο]κράτο[υς], βου[λ]ευ[όν]των Μεγ[ακλέους, — — —].
D.1 Ἰσοκράτης Κλεί[νου].
E.1 [Σύν]εσις Κλείνο[υ γυνή(?)].
Search Help