[ ]
Phokis — Delphi — 153/2-144/3 BC — Amandry
| 1 | ἄρχοντος Βαβύλου τοῦ Αἰακίδα, μηνὸς Ποιτροπίου, βουλευόντων |
| τὰν πρώταν ἑ[ξ]άμηνον Ἀλκίνου, Μνασιθέου, γραμματεύον- | |
| τος δὲ Ὑβρία, ἐπὶ τοῖσδε ἀπέδοτο Εὔκλεα Ξενοκράτεος, συνευ- | |
| δοκέοντος καὶ τοῦ υἱοῦ αὐτᾶς Βαβύλου καὶ τοῦ ἀνδρὸς | |
| 5 | Σωκράτεος, τῶι Ἀπόλλωνι τῶι Πυθίωι σῶμα γυναι- |
| κεῖον ἇι ὄνομα Κασταλία καὶ τὸν υἱὸν αὐτᾶς Σωσι- | |
| κράτη, τιμᾶς ἀργυρίου μνᾶν ἑπτὰ καὶ ἡμιμναίου, καὶ τὰν | |
| τιμὰν ἔχει πᾶσαν, καθὼς ἐπίστευσε Κασταλία καὶ Σω- | |
| σικράτης τῶι θεῶι τὰν ὠνάν, ἐφ’ ὧιτε ἐλεύθεροι εἶ- | |
| 10 | μεν καὶ ἀνέφαπτοι ἀπὸ πάντων τὸν πάντα χρόνον, ποιέον- |
| τες ὅ κα θέλωντι καὶ ἀποτρέχοντες οἷς κα θέλων- | |
| τι. βεβαιωτῆρες κατὰ τὸν νόμον τᾶς πόλιος | |
| Ξενέας Βαβύλου, Βαβύλος Αἰακίδα. εἰ δέ τ[ι]ς ἅπτοι- | |
| το Κασταλίας ἢ Σωσικράτεος ἐπὶ καταδουλισ- | |
| 15 | μῶι, βέβαιον παρεχόντων τῶι θεῶι τὰν ὠνὰν |
| ἅ τε ἀποδομένα Εὔκλεια καὶ οἱ βεβαιωτῆ- | |
| ρες Ξενέας, Βαβύλος. εἰ δὲ μὴ παρέχοιν βέβαι- | |
| ο̣ν τῶι θεῶι τὰν ὠνάν, πράκτιμοι ἐόντων κατὰ | |
| τὸν νόμον τᾶς πόλιος, ὁμοίως δὲ καὶ οἱ παρα- | |
| 20 | τυγχάνοντες κύριοι ἐόντων συλέ- |
| οντες Κασσταλίαν καὶ Σωσικράτη | |
| ὡς ἐλευθέρους ἐόντας ἀζάμιοι ἔοντες | |
| καὶ ἀνυπόδικοι πάσας δίκας καὶ ζαμίας. μάρ- | |
| τυροι Μένης, Δάμων Ξενοστράτου, Βαβύ- | |
| 25 | λος Αἰακίδα, Τιμόκριτος, Βαβύλος Ἀνδρομέ- |
| νεος, Ξενέας, Ξενοκράτης Θευκύδεος. |