[ ]
Phokis — Delphi — 194-171 BC? — Haussoullier
1 | στραταγέοντος Τιμαίου, ἔδοξε τοῖς |
Αἰτωλοῖς μηθένα τῶν ἐν Δελφοῖς συνοί- | |
κων ἀτελέα εἶμεν εἴ κα μὴ δοθῆ[ι] παρὰ | |
τὰς πόλιος τῶν Δελφῶν ἀτέλεια, καὶ εἴ | |
5 | τινοις ἔμπροσθεν ἀτέλεια γέγονε |
μὴ δόντων τῶν πολιτᾶν ὑποτελεῖς | |
εἶμεν καθὼς καὶ οἱ λοιποὶ σύνοικοι. |