[ ] Att. — Athens — non-stoich. — 324/3 BC — IG II² 1257
See also:
1 [οἱ συλλογεῖς τοῦ δή]μου ἀνέθεσαν Μητρὶ θεῶν ἐπὶ Ἡγησί[ου ἄρχοντος στεφα]-
[νωθέντες ὑπὸ τοῦ δ]ήμου ἀρετῆς ἕνεκα καὶ δικαιοσ[ύνης].
col. A.3 [— — — — — — — — — — εἶπεν· ἐπειδ]ὴ Εὐθύκριτος
[— — — — τὴν ἀρχὴν ἦρξε μετὰ τῶ]ν συναρχόντων
5 [καλῶς καὶ δικαίως, καὶ προθύμως ἐπεμελ]ήθη πάντων ὧν αὐ-
[τῶι ἐπέταττον οἱ συνάρχοντες καὶ ἱ]εροποίησεν τῆι Ἀθ-
[ηνᾶι, δεδόχθαι τοῖς τοῦ δήμου συλλογε]ῦσιν, ἐπαινέσαι κα-
[ὶ στεφανῶσαι αὐτὸν χρυσῶι στεφάνωι ἀ]πὸ ∶Χ∶ δραχμῶν ἀρε-
[τῆς ἕνεκα καὶ φιλοτιμίας τῆς εἰς τοὺς] συνάρχοντας καὶ δι-
10 [καιοσύνης τῆς περὶ τὸν δῆμον τὸν Ἀθην]αίων. ἀναγράψαι δὲ
[τόδε τὸ ψήφισμα καὶ τὸν στέφανον ἐπὶ τὸ] ἀνάθημα τὸ κοινὸν
[τῶν συναρχόντων].
col. B.13 ἔδοξεν τοῖς τοῦ δήμου συλλ[ογεῦσιν·  — — —  εἶπεν]·
ἐπειδὴ Λυσικλῆς Εἰρηνίππ[ου τὴν ἀρχὴν ἦρξε μετὰ τῶν συν]-
15 αρχόντων καλὼς καὶ δικαίως [καὶ ἱεροποίησεν τῶι Διὶ]
τῶι Ὀλυνπίωι καὶ τῶν ἄλλων ἁπά[ντων ὧν αὐτῶι ἐπέττατον οἱ σ]-
υνάρχοντες κατὰ τοὺς νόμους [ἐπεμελήθη καὶ — — — — ὅσ]-
ον δύναται ὑπὲρ τῆς ἀρχῆς, ἐπ[αινέσαι καὶ στεφανῶσαι αὐτὸν]
χρυσῶι στεφάνωι ἀπὸ ∶Χ∶ δραχ[μῶν ἀρετῆς καὶ δικαιοσύνης]
20 ἕνεκα τῆς περὶ τὸν δῆμον τὸν [θηναίων καὶ τοὺς συνάρχον]-
τας. ἀναγράψαι δὲ τόδε τὸ ψήφ[ισμα καὶ τὸν στέφανον ἐπὶ τὸ ἀ]-
νάθημα τὸ κοινὸν τῶν συν[αρχόντων].
Search Help
Contact Us