| frg. A.1 | [τὴν σκηνὴν προ[․․․․]ασι̣[․․․․c.12․․․․] |
| [ἐ]άν τι βο[ύ]λωντ[αι πε]ρὶ τὴν οἰκοδομίαν· | |
| ἐξείναι δὲ αὐ[τοῖς χ]ρ̣ῆσθαι λίθοις καὶ | |
| γῆι ἐκ τοῦ τεμ[ένους] τ̣οῦ Διονύσου, ὅταν δ’ | |
| 5 | ἐξίωσιν, παρα[․c.6․․] ἅπαντα ὀρθὰ καὶ ἑ- |
| στηκότα· ἐὰ[ν ․․c.7․․]ειψωσιν πρὸς τῆι σκη- | |
| νεῖ, κέρ̣α̣[μον καὶ ξ]ύ̣λα ἀπίτω λαβὼν πα- | |
| frg. B.8 | #⁷#⁷[․c.5․]#⁷#⁷[․ ὁ δὲ χ]ρόνος ἄρχει τῆς μι]- |
| σθώσεω[ς] Ἡ̣γήσιας ἄ̣ρ̣χων· τοὺς δὲ δημό- | |
| 10 | τας θεωρεῖν ἀργύριο[ν] διδόντας πλὴν ὅ%⁸⁰]- |
| σοις οἱ δημόται πρ[οεδρίαν δ]εδώκασι· | |
| τούτους δ’ ἀπογράψα[ι πρὸς τοὺς π]ρ̣ια[μέ]- | |
| νους τὸ θέατρον· εἶν[αι δὲ προεδρίαν] | |
| καὶ τῶι δημάρχωι κα[ὶ ․․․c.9․․․ καὶ τῶι κή]- | |
| 15 | ρυκι καὶ εἴ τωι ἄλλωι [δεδώκασιν οἱ δημόται] |
| [τὴ]ν πρ̣οεδρ̣ίαν· ὅσοι [․․․․․․c.17․․․․․․․] | |
| [․․․․c.13․․․․․]#⁷#⁷[— — — — — — — — — — — —] | |
| frg. D.17a | {²lacuna}² |
| 18 | [— — — — — — — τοὺς πριαμένους τὸ θέ]α̣τ̣ρ̣[ο]ν πα̣[ρέ]- |
| [χειν τοῖς δημότ]α̣ις ἡδ[ω]λιασμένην τὴν θέαν [κα]- | |
| 20 | [τὰ τ]ὰ πάτρια· ἐὰν δὲ μὴ ποήσωσιν κατὰ τὰς συνθ[ή]- |
| κας τὰς περὶ τὸ θέατρον, οἰκοδομῆσαι μὲν Πειρα- | |
| έας τὰ δεόμενα, τὰ δ’ ἀναλώματα τοῖς πριαμένοις | |
| εἶναι· ἐπιτιμητὰς δὲ αἱρεῖσθαι Πειραέας ὅταν πα- | |
| ραδιδῶσι τὸ θέατρον τρεῖς ἄνδρας ἐκ Πειραέων. | |
| 25 | ἀναγράψαι δὲ τὸν δήμαρχον καὶ τοὺς ταμίας ἀντί- |
| γραφα τῶν συνθηκῶν εἰς στήλην λιθίνην καὶ στῆσα- | |
| ι ἐν τῆι ἀγορᾶι τῶν δημοτῶν· παραγράψαι δὲ καὶ τὸ | |
| ὄνομα, παρ’ ὧι ἂν κείωνται αἱ συνθῆκαι. ὠνηταὶ Ἀρι- | |
| στοφάνης Σμικύθο ∶𐅅Η∶ Μελησίας Ἀριστοκράτο ∶ΧΗ | |
| 30 | Ἀρεθούσιος Ἀριστόλεω Πήληξ ∶𐅅∶ Οἰνοφῶν Εὐφι- |
| λήτου Πειραιεύς ∶ΧΗ | |
| Καλλιάδης εἶπεν· ἐψηφίσθαι Πειραεῦσι· ἐπειδὴ Θεαῖος | |
| φιλοτιμεῖται πρὸς τοὺς δημότας καὶ νῦν καὶ ἐν τῶι | |
| ἔμπροσθε χρόνωι καὶ πεπόηκεν τριακοσίαις δρα- | |
| 35 | χμαῖς πλέον εὑρεῖν τὸ θέατρον, στεφανῶσαι αὐτ- |
| ὸν θαλλο͂ στεφάνωι ἀρετῆς ἕνεκα καὶ δικαιο- | |
| σύνης τῆς εἰς τοὺς δημότας· στεφανῶσαι δὲ | |
| καὶ τοὺς πριαμένους τὸ θέατρον Ἀριστοφάνην | |
| Πειραέα, Μελησίαν Λαμπτρέα, Οἰνοφῶντα | |
| 40 | Πειραιέα, Ἀρεθούσιον Πήληκα. |