[ ] Att. — Athens: Akropolis — stoich. 19-24 — 330/29 BC — IG II² 351+624+add.p.660 — SEG 36.149
1 [Εὐδήμ]ου Πλαται[έως].
[ἐπὶ Ἀριστ]οφῶντος ἄρχοντο[ς]
[ἐ]π̣[ὶ τῆς] Λ̣εωντίδος ἐνάτη[ς] π̣[ρυ]-
ταν[εία]ς, ἧι Ἀντίδωρος Ἀντί[νου]
5 Παι[ανι]εὺς ἐγραμμάτευεν ∶ ἑ[ν]-
[δ]εκά[τ]ηι Θαργηλιῶνος. ἐνάτη[ι]
[κ]αὶ δ[ε]κάτηι τῆς πρυτανείας·
[τ]ῶν π[ρ]οέδρων ἐπεψήφιζεν Ἀν̣[τι]-
φάνη[ς] Εὐωνυμε̣ύς· ἔδοξεν τῶι̣
10 [δήμωι]· Λυκοῦργος Λ̣υκόφρονος
[Βουτά]δης εἶπεν· ἐπειδὴ̣ {²vacat}²
[Εὔδημ]ος πρότερόν τε ἐπη[γ]γ[εί]-
[λατο τ]ῶι δήμωι ἐπιδ̣ώσειν [εἰ]ς̣
[τὸν π]όλεμον εἴ τ[ι] δέ[οι]το [ΧΧΧ]Χ̣
15 [δ]ραχμὰς καὶ νῦν [ἐπ]ι[δέδ]ω[κεν]
εἰς τὴν ποίησιν τοῦ στ̣αδ[ί]ου
καὶ τοῦ θεάτρου τ̣οῦ Πανα̣θη[ναι]-
κοῦ χίλια ζεύγη καὶ τα̣ῦτα
πέπομφεν ἅπαντα̣ π[ρὸ Π]αναθη-
20 ναίων καθὰ ὑπέσ[χετο, δ]ε̣δόχθ[αι]
τῶι δήμωι ἐπαι[νέσαι Ε]ὔδ̣ημ[ον]
[Φι]λούργου Πλατα[ιέα] καὶ σ[τε]-
φανῶσαι αὐτὸν̣ θ̣αλ̣λ̣ο͂ στεφ[άνωι]
εὐνοίας ἕνεκα τῆς ε̣ἰ̣ς̣ τὸ̣ν
25 δῆμον τοῦ Ἀθηναίων καὶ εἶ̣ν[αι]
αὐτὸν ἐν τοῖς εὐεργέτ̣α̣ι̣ς̣ τ̣ο[ῦ]
δήμου τοῦ Ἀθη̣να̣ί̣ων [α]ὐτὸν κα[ὶ]
ἐκγόνους καὶ ε[ἶν]α[ι] αὐτῶι {²vacat}²
ἔνκτησιν γῆς καὶ ο̣ἰ̣κ̣ί̣ας καὶ
30 στρατεύεσθαι αὐτ̣ὸν τὰς {²vacat}²
στρατιὰς καὶ τὰς εἰσφορὰς {²vacat}²
εἰσφέρειν μετὰ Ἀθηναίων. {²vacat}²
ἀ̣ναγράψαι [δ]ὲ τόδε τὸ ψήφισμα̣
τὸν γραμματέα τῆς βουλῆ̣ς̣ καὶ̣
35 στῆσαι ἐν ἀκρο̣πόλει, εἰ[ς] δ[ὲ] τ[ὴν]
ἀναγραφὴν τῆς στήλη̣[ς δοῦ]ν̣α̣[ι]
τὸν ταμίαν τοῦ δήμ̣[ο]υ̣ [— — —]
δραχμὰς ἐκ τῶν εἰς τκα[τὰ ψη]-
φίσματα ἀναλισκομέν̣[ων τῶι]
40 δήμωι.
         {²vacat 0.40}²
Search Help
Contact Us