| 1 | [θ]ε[οί] |
| 1a | {²vacat 0.04}² |
| 2 | [ἐπὶ Ἀριστ]οφῶντ[ος ἄρχον]- |
| [τος ἐπὶ τ]ῆς Λεων[τίδος ἐν]- | |
| [άτης πρυ]τανεία[ς, ἧι Ἀντί]- | |
| 5 | [δωρος Ἀν]τίνου Πα[ιανιεὺ]- |
| [ς ἐγραμμ]άτευεν· Θα[ργηλι]- | |
| [ῶνος τε]τράδι ἐπὶ δ[έκα, δε]- | |
| [υτέραι] καὶ τριακοσ[τῆι τ]- | |
| [ῆς πρυτα]νείας· ἐκκλη[σία] | |
| 10 | [κυρία· τῶν προ]έ[δρων] ἐ[πεψ]- |
| [ήφιζε — — — — — — — — —] | |
| 1 | θεοί. |
| ἐπὶ Κηφισοφῶντος ἄρχοντος, ἐπὶ τ- | |
| ῆς Ἱπποθωντίδος τρίτης πρυτανε- | |
| ίας, ἧι Σωστρατίδης Ἐχφάντου Εὐπ- | |
| 5 | υρίδης ἐγραμμάτευεν, 〚Πυανοψιῶνος〛 |
| ἕκτει ἐπὶ δέκα, τρίτει καὶ τριακο- | |
| στεῖ τῆς πρυτανείας, ἐκκλησία· τῶ- | |
| μ προέδρων ἐπεψήφισζεν Δημοχάρ- | |
| ης Φλυεύς· ἔδοξεν τῶι δήμωι· Δημοσ- | |
| 10 | θένης Δημοκλέους Λαμπτρεὺς εἶπ- |
| εν· ἐπειδὴ οἱ χειροτονηθέντες ὑπ- | |
| ὸ τοῦ δήμου ἐπὶ τὴν ἐπιμέλειαν το- | |
| ῦ ἀγῶνος καὶ τῶν ἄλλων τῶν περὶ τὴ- | |
| ν ἑορτὴν τοῦ Ἀμφιαράου καλῶς καὶ | |
| 15 | φιλοτίμως ἐπεμελήθησαν τῆς τε π- |
| ομπῆς τῶι Ἀμφιαράωι καὶ τοῦ ἀγῶν- | |
| ος τοῦ γυμνικοῦ καὶ ἱππικοῦ καὶ τ- | |
| ῆς ἀποβάσεως καὶ τῶν ἄλλων πάντω- | |
| ν τῶν περὶ τὴν πανήγυριν ὧν αὐτοῖ- | |
| 20 | ς προσέταξεν ὁ δῆμος, δεδόχθαι τῶ- |
| ι δήμωι, ἐπαινέσαι τοὺς αἱρεθέντ- | |
| ας, Φανόδημον Διύλλου Θυμαιτάδη- | |
| ν, <∶> Λυκοῦργον Λυκόφρονος Βουτάδη- | |
| ν ∶ Δημάδην Δημέου Παιανιέα ∶ Σώφιλ- | |
| 25 | ον Ἀριστοτέλους Φυλάσιον ∶ Θρασυ- |
| λέοντα Θεοφῶντος Ἀχαρνέα ∶ Ἐπιτέ- | |
| λην Σωινόμου Περγασῆθεν ∶ Νικήρα- | |
| τον Νικίου Κυδαντίδην ∶ Ἐπιχάρην | |
| Ἀγωνοχάρους Παιανιέα ⋮ Θυμοχάρη- | |
| 30 | ν Φαίδρου Σφήττιον ∶ Κηφισοφῶντα |
| Λυσιφῶντος Χολαργέ(α) ∶ δικαιοσύνη- | |
| ς ἕνεκα καὶ φιλοτιμίας τῆς πρὸς τ- | |
| ὸν θεὸν καὶ τὸν δῆμον τῶν Ἀθηναίω- | |
| ν, καὶ στεφανῶσαι αὐτοὺς χρυσῶι σ- | |
| 35 | τεφάνωι ἀπὸ ∶ Χ ∶ δραχμῶν· δοῦναι δὲ α- |
| ὐτοῖς καὶ εἰς θυσίαν καὶ ἀνάθημα | |
| Η ∶ δραχμάς· τὸ δὲ ἀργύριον τ<ὸ> εἰς τὴ- | |
| ν θυσίαν προδανεῖσαι τὸν ταμίαν | |
| τοῦ δήμου· ἐν δὲ τοῖς πρώτοις νομο- | |
| 40 | θέταις προσνομοθετῆσαι τῶι ταμ- |
| [ί]αι· "δοῦναι δὲ καὶ τὰς τριάκοντα δ- | |
| [ρ]αχμὰς τὸν ταμίαν τοῦ δήμου τοῖς | |
| α̣ἱρεθεῖσιν ἐπὶ τὸν ἀγῶνα, ἃς εἴρη- | |
| ται διδόναι ἐν τῶι νόμωι τῶι αἱρε- | |
| 45 | θέντι ἐπὶ τὴν εὐταξίαν". ἀναγράψα- |
| ι δὲ τόδε τὸ ψήφισμα τὸγ γραμματέ- | |
| α τῆς βουλῆς καὶ στῆσαι ἐν τῶι ἱερ- | |
| ῶι τοῦ Ἀμφιαράου· εἰς δὲ τὴν ἀναγρ- | |
| αφὴν τῆς στήλης δοῦναι τὸν ταμία- | |
| 50 | ν τοῦ δήμου ∶ ΔΔΔ ∶ δραχμὰς ἐκ τῶν κατ- |
| ὰ ψηφίσματα μεριζομένων τῶι δήμ- | |
| ωι. |