[ ] Att. — Athens: Akropolis — stoich. 41 — 338/7 BC — IG II² 237
1 [ἐπὶ Χαιρών]δου ἄρχο[ντος ἐπὶ τῆς Παιδιονίδος δεκά]-
[της] π[ρυτα]νείας, ἧι Φ[ίλιππος Ἀντιφήμου Εἰρεσίδης]
[ἐγρ]αμ[μά]τευεν, Θαργηλ[ιῶνος δευτέραι φθίνοντος, ἔ]-
[κτη]ι [τῆ]ς πρυτανείας· τῶ[ν προέδρων ἐ]πεψή[φ]ιζεν [․․․]
5 [․․5․․] Ἐρχιεύς· ἔδοξεν τ[ῶ]ι [δήμωι· Ἡγή]σιππος [Ἡγησίο]-
[υ Σουνι]εὺς εἶπεν· περὶ ὧν οἱ [καρνᾶ]νες λέγουσ[ιν Φο]-
[ρμί]ων καὶ Καρφίνας οἱ νέ[ο]ν ἐλ[θόντ]ες, δεδόχθαι [τῶι]
[δήμ]ωι, ἐπειδὴ Φορμίων καὶ Καρ[φ]ίνας ὄντες πατρό[θε]-
[ν φίλ]οι τοῦ δήμου τοῦ Ἀθηναίων διαφυλάττουσιν [τὴ]-
10 [ν εὔ]νοιαν ἣν οἱ πρόγονοι αὐτοῖς παρέδοσαν πρὸς [τὸ]-
[ν δ]ῆμον τὸν Ἀθηναίων καὶ νυνὶ βοηθήσαντ[ες μ]ετὰ δ[υ]-
[νάμ]εως συνκατετάττοντο μετὰ Ἀθηναίω[ν] κ[αθ]ότι ὁ [σ]-
[τ]ρατηγὸς παραγγέ[λ]λοι, ἐπαινέσαι αὐτο[ὺς ἀρε]τῆς [ἕ]-
[νεκα] καὶ στεφανῶσαι ἑκάτερον αὐτῶν χρυσῶι στεφ[ά]-
15 [νω]ι· [ἐ]πειδὴ δὲ Φορ[μ]ίωνα τὸν Φορμίωνος καὶ Καρ[φ]ίν[α]
[πάππο]ν ἐποιήσατο v Ἀθηναῖον ὁ δῆμος ὁ Ἀθηναίων κ[α]-
[ὶ τ]οὺ[ς] ἐκείνου ἐκ[γό]νους καὶ τὸ ψήφισμα καθ’ ὃ ἡ [π]οίη-
[σι]ς ἐγένετο, ἀναγ[έγρ]απται ἐν ἀκροπόλει, εἶ[ναι] Φορ-
[μ]ίων[ι κ]α[ὶ] Καρφί[ναι] καὶ τοῖς ἐκγόνοις αὐτῶν κυρία-
20 [ν τὴ]ν [δωρει]ὰν ἣν ἔ[δωκ]εν ὁ δῆ[μ]ος Φορμίωνι τῶι πάππω-
ι [α][τ]ῶν. v [ἑλ][σθα]ι δὲ [α]ὐτοὺ[ς] φυλὴ[ν] καὶ δῆμον καὶ φρα-
[τρίαν ἧς ἂ]ν βο[ύλων]ται εἶναι. ἐπαινέσαι δὲ καὶ τοὺς
[ἄλλ]ο[υς Ἀ]κ[α]ρ[νᾶνας τ]οὺς βο[ι]ηθήσαντας μετὰ Φορμίω-
[νος κ]α[ὶ Κα]ρφ[ίνα καὶ] εἶναι αὐ[τ]οῖς, ἕως ἂν κατέλθωσι-
25 [ν ἔγκτησιν ὧν ἂν] ο[ἰκι]ῶν βούλωνται οἰκοῦσιν Ἀθήνη-
[σι ἀτελέσι το͂ μετοι]κ[ί]ου κα[ὶ] διδόναι αὐτοὺς δίκα[ς]
[καὶ λαμβάνειν κα]θ[άπε]ρ Ἀθηναῖο[ι] καὶ τὰς εἰσφορὰς
[ἐάν τινες] γ[ίγ]ν[ων]τ[αι μ]ετὰ Ἀθηναίων εἰσφέρειν καὶ
[ἐπιμελεῖσθα]ι [α][τῶν τὴ]ν βουλὴ[ν] τὴν ἀεὶ βουλεύουσ-
30 [αν κ]αὶ το[ὺ]ς στρατηγο[ὺ]ς οἳ ἂ[ν] ἀεὶ στρατηγῶσιν, ὅπως
[ἂν μὴ ἀ]δι[κῶν]ται. [ἀναγρά]ψ[α]ι [δ]ὲ τόδε τὸ ψήφισμα ἐν στ-
[ήληι] λιθίν[η]ι τὸ[ν γραμμ]ατέ[α] τ[ῆ]ς βουλῆς καὶ στῆσαι
[ἐν ἀ]κροπό[λε]ι. ἀναγ[ράψ]αι δὲ κ[α]ὶ τὰ ὀνόματα τῶν Ἀκαρ-
[νάν]ων εἰς τὴν αὐτὴ[ν στή]λην ὑπογράψαντα τὰς πόλει-
35 [ς τῆ]ς Ἀκαρναν[ίας ὧν εἷς ἕ]κ[ασ]τός ἐστιν. εἰς δὲ τὴν ἀνα-
γ̣[ρα]φ[ὴ]ν τῆς στή[λης δοῦνα]ι τὸν ταμίαν τοῦ δήμου τῶι
γ̣[ρ]α̣μμα̣τ̣ε̣ῖ τ[ῆς βουλῆς τ]ρ[ιά]κοντα δραχμὰς ἐκ τῶν κατ-
[ὰ ψ]η̣φίσ[μα]τ̣[α ἀ]-
[ναλισ]κ̣[ομέ]-
40 [νων τῶι δήμωι].
40a {²sinistra in corona:}²
41 Φορμίωνα
ὁ δῆμος.
42a {²dextra in corona:}²
43 Καρφίναν
ὁ δῆμος.
Search Help
Contact Us