| 1 | [ἐπὶ Χαιρών]δου ἄρχο[ντος ἐπὶ τῆς Παιδιονίδος δεκά]- |
| [της] π[ρυτα]νείας, ἧι Φ[ίλιππος Ἀντιφήμου Εἰρεσίδης] | |
| [ἐγρ]αμ[μά]τευεν, Θαργηλ[ιῶνος δευτέραι φθίνοντος, ἔ]- | |
| [κτη]ι [τῆ]ς πρυτανείας· τῶ[ν προέδρων ἐ]πεψή[φ]ιζεν [․․․] | |
| 5 | [․․5․․] Ἐρχιεύς· ἔδοξεν τ[ῶ]ι [δήμωι· Ἡγή]σιππος [Ἡγησίο]- |
| [υ Σουνι]εὺς εἶπεν· περὶ ὧν οἱ Ἀ[καρνᾶ]νες λέγουσ[ιν Φο]- | |
| [ρμί]ων καὶ Καρφίνας οἱ νέ[ο]ν ἐλ[θόντ]ες, δεδόχθαι [τῶι] | |
| [δήμ]ωι, ἐπειδὴ Φορμίων καὶ Καρ[φ]ίνας ὄντες πατρό[θε]- | |
| [ν φίλ]οι τοῦ δήμου τοῦ Ἀθηναίων διαφυλάττουσιν [τὴ]- | |
| 10 | [ν εὔ]νοιαν ἣν οἱ πρόγονοι αὐτοῖς παρέδοσαν πρὸς [τὸ]- |
| [ν δ]ῆμον τὸν Ἀθηναίων καὶ νυνὶ βοηθήσαντ[ες μ]ετὰ δ[υ]- | |
| [νάμ]εως συνκατετάττοντο μετὰ Ἀθηναίω[ν] κ[αθ]ότι ὁ [σ]- | |
| [τ]ρατηγὸς παραγγέ[λ]λοι, ἐπαινέσαι αὐτο[ὺς ἀρε]τῆς [ἕ]- | |
| [νεκα] καὶ στεφανῶσαι ἑκάτερον αὐτῶν χρυσῶι στεφ[ά]- | |
| 15 | [νω]ι· [ἐ]πειδὴ δὲ Φορ[μ]ίωνα τὸν Φορμίωνος καὶ Καρ[φ]ίν[α] |
| [πάππο]ν ἐποιήσατο v Ἀθηναῖον ὁ δῆμος ὁ Ἀθηναίων κ[α]- | |
| [ὶ τ]οὺ[ς] ἐκείνου ἐκ[γό]νους καὶ τὸ ψήφισμα καθ’ ὃ ἡ [π]οίη- | |
| [σι]ς ἐγένετο, ἀναγ[έγρ]απται ἐν ἀκροπόλει, εἶ[ναι] Φορ- | |
| [μ]ίων[ι κ]α[ὶ] Καρφί[ναι] καὶ τοῖς ἐκγόνοις αὐτῶν κυρία- | |
| 20 | [ν τὴ]ν [δωρει]ὰν ἣν ἔ[δωκ]εν ὁ δῆ[μ]ος Φορμίωνι τῶι πάππω- |
| ι [α]ὐ[τ]ῶν. v [ἑλ]έ[σθα]ι δὲ [α]ὐτοὺ[ς] φυλὴ[ν] καὶ δῆμον καὶ φρα- | |
| [τρίαν ἧς ἂ]ν βο[ύλων]ται εἶναι. ἐπαινέσαι δὲ καὶ τοὺς | |
| [ἄλλ]ο[υς Ἀ]κ[α]ρ[νᾶνας τ]οὺς βο[ι]ηθήσαντας μετὰ Φορμίω- | |
| [νος κ]α[ὶ Κα]ρφ[ίνα καὶ] εἶναι αὐ[τ]οῖς, ἕως ἂν κατέλθωσι- | |
| 25 | [ν ἔγκτησιν ὧν ἂν] ο[ἰκι]ῶν βούλωνται οἰκοῦσιν Ἀθήνη- |
| [σι ἀτελέσι το͂ μετοι]κ[ί]ου κα[ὶ] διδόναι αὐτοὺς δίκα[ς] | |
| [καὶ λαμβάνειν κα]θ[άπε]ρ Ἀθηναῖο[ι] καὶ τὰς εἰσφορὰς | |
| [ἐάν τινες] γ[ίγ]ν[ων]τ[αι μ]ετὰ Ἀθηναίων εἰσφέρειν καὶ | |
| [ἐπιμελεῖσθα]ι [α]ὐ[τῶν τὴ]ν βουλὴ[ν] τὴν ἀεὶ βουλεύουσ- | |
| 30 | [αν κ]αὶ το[ὺ]ς στρατηγο[ὺ]ς οἳ ἂ[ν] ἀεὶ στρατηγῶσιν, ὅπως |
| [ἂν μὴ ἀ]δι[κῶν]ται. [ἀναγρά]ψ[α]ι [δ]ὲ τόδε τὸ ψήφισμα ἐν στ- | |
| [ήληι] λιθίν[η]ι τὸ[ν γραμμ]ατέ[α] τ[ῆ]ς βουλῆς καὶ στῆσαι | |
| [ἐν ἀ]κροπό[λε]ι. ἀναγ[ράψ]αι δὲ κ[α]ὶ τὰ ὀνόματα τῶν Ἀκαρ- | |
| [νάν]ων εἰς τὴν αὐτὴ[ν στή]λην ὑπογράψαντα τὰς πόλει- | |
| 35 | [ς τῆ]ς Ἀκαρναν[ίας ὧν εἷς ἕ]κ[ασ]τός ἐστιν. εἰς δὲ τὴν ἀνα- |
| γ̣[ρα]φ[ὴ]ν τῆς στή[λης δοῦνα]ι τὸν ταμίαν τοῦ δήμου τῶι | |
| γ̣[ρ]α̣μμα̣τ̣ε̣ῖ τ[ῆς βουλῆς τ]ρ[ιά]κοντα δραχμὰς ἐκ τῶν κατ- | |
| [ὰ ψ]η̣φίσ[μα]τ̣[α ἀ]- | |
| [ναλισ]κ̣[ομέ]- | |
| 40 | [νων τῶι δήμωι]. |
| 40a | {²sinistra in corona:}² |
| 41 | Φορμίωνα |
| ὁ δῆμος. | |
| 42a | {²dextra in corona:}² |
| 43 | Καρφίναν |
| ὁ δῆμος. |