[ ]
Att. — Kephissia — ca. 170 AD?
| 1 | Ἡρώδης οἲ τήνδε κόμην οὐ πάντα ἐνιαυτόν |
| οὔτε κόμην θρέψας οὔτε σὲ παῖδα φίλον | |
| μηνὶ τρίτῳ κείρας ὑπὸ κεύθεσι θήκατο γαίης. | |
| Ἡρώδης δεύσας ἄκρα κόμης δάκρυσι· | |
| 5 | σῆμ’ ἔτυμον παίδων ψυχαῖς τρισίν, ὥς ποτε σῶμα |
| δέξεσθ’ ἐν θήκαις ὑμετέροιο πατρός. |