[ ] Att. — Athens: Syngrou St. — end 3rd-beg. 1st c. BC
1 [ἀγ]αθεῖ τύχει. ἐπὶ Τιμάρχου ἄρχοντος, Θαργηλιῶνος ἀγορᾶι κυρ[ίαι].
[ἔ]δοξεν τοῖς ὀργεῶσιν· ἐπειδὴ Σεραπίων Ποσειδωνίου Ἡρακλεώτ[ης]
ἐπιμελητὴς κατασταθεὶς εἰς τὸν ἐπὶ Διοκλέους ἄρχοντος ἐνιαυτ[ὸν]
τάς τε θυσίας ἔθυσεν τοῖς θεοῖς τὰς καθηκούσας ἐν τῶι ἱερῶι καὶ [ἐ]-
5 καλλιέρησεν ὑπέρ τε τοῦ κοινοῦ τῶν ὀργεώνων καὶ παίδων καὶ γ[υναι]-
κῶν καὶ τοῦ δήμου τοῦ Ἀθηναίων, ἐπεμελήθη δὲ καὶ ὀργε[ώνων]
καλῶς καὶ εὐσχημόνως ἐν ὅλωι τῶι ἐνιαυτῶι, ἐθεράπευσεν [δὲ καὶ τοὺς]
θεοὺς ἐκ τῶν ἰδίων, ἐκονίασεν δὲ καὶ τὰ βάθρα τὰ ἐν τῶι ἱε[ρῶι σταθέντα]
καὶ τὸν λουτρῶνα τὸν ἀνδρεῖον, ὑπομείνας δὲ καὶ πᾶσα[ν τὴν ἐπιμέλειαν]
10 ἐπέδωκεν τοῖς ὀργεῶσιν καλῶς καὶ εὐσχημόνω[ς περὶ πλείστου ποι]-
ούμενος τὴν εἰς τοὺς θεοὺς εὐσέβειαν καὶ τὴ[ν πρὸς τοὺς ὀργεῶνας]
φιλοτιμίαν· ἵνα οὖν καὶ οἱ ὀργεῶνες φαίνωντ[αι τιμῶντες τοὺς πρός τε]
θεοὺς φιλοτιμουμένους καὶ εἰς ἑαυτούς· [δεδόχθαι τοῖς ὀργεῶσιν ἐπαινέσαι Σεραπίωνα]
Ποσειδωνίου Ἡρακλεώτην καὶ στεφανῶ[σαι αὐτὸν θαλλοῦ στεφά]-
15 νωι καὶ λημνίσκωι ὧι πάτριόν ἐστιν εὐσε[βείας ἕνεκεν τῆς πρὸς τοὺς]
θεοὺς καὶ ἀναγορεύειν καὶ τοῦτον τ[ὸν στέφανον τὸν γραμμα]-
τέα καὶ τὸν ἐπιμελητὴν καθάπερ καὶ [τοὺς ἄλλους μετὰ τὰς σπονδὰς]
ἐν τῶι ἱερῶι, ἐὰν δὲ μὴ ἀναγορεύσω[σιν ἢ μὴ στεφανώσωσιν, ἀποτεῖσαι]
[δρ]α[χμ]ὰς 𐅄 ∶ ἱερὰς τῆι Ἀφροδίτε[ι, ἀναγράψαι δὲ τόδε τὸ ψήφισμα]
20 [εἰς στήλη]ν λιθίνην κα[ὶ] στ[ῆσαι ἐν τῶι ἱερῶι].
Search Help
Contact Us