[ ]
Att. — Glyphada — 313/2 BC
| {²Unter den Masken:}² | |
| θεοί. | |
| {²Unter dem Relief:}² | |
| 1 | [Γ]λαυκίδης Σωσίππου εἶπεν· ἐπειδὴ οἱ χορηγοὶ Αὐτ[έα]- |
| ς Αὐτοκλέους καὶ Φιλοξενίδης Φιλίππου καλῶς [κα]- | |
| [ὶ] φιλοτίμως ἐχορήγησαν· δεδόχθαι τοῖς δημότ[α]- | |
| [ι]ς στεφανῶσαι αὐτοὺς χρυσῶι στεφάνωι ἐκάτε- | |
| 5 | [ρ]ον ἀπὸ ἑκατὸν δραχμῶν ἐν τῶι θεάτρωι τοῖς κω- |
| μωιδοῖς τοῖς μετὰ Θεόφραστον ἄρχοντα, ὅπως ἂν | |
| [φ]ιλοτιμῶνται καὶ οἱ ἄλλοι χορηγοὶ οἱ μέλλοντες | |
| [χ]ορηγεῖν, δοῦναι δὲ αὐτοῖς καὶ εἰς θυσίαν δέκα δ- | |
| ραχμὰς τὸν δήμαρχον Ἡγησίλεων καὶ τοὺς ταμί- | |
| 10 | ας, ἀναγράψαι δὲ καὶ τὸ ψήφισμα τόδε τοὺς ταμία- |
| ς ἐν στήληι λιθίνηι καὶ στῆσαι ἐν τῶι θεάτρωι, ὅπως | |
| ἂν Αἰξωνεῖς ἀεὶ ὡς κάλλιστα <τὰ> Διονύσια ποιῶσιν. |