[ ]
Att. — Athens: Syngrou St. — end 3rd-beg. 1st c. BC
| 1 | [ἀγ]αθεῖ τύχει. ἐπὶ Τιμάρχου ἄρχοντος, Θαργηλιῶνος ἀγορᾶι κυρ[ίαι]. |
| [ἔ]δοξεν τοῖς ὀργεῶσιν· ἐπειδὴ Σεραπίων Ποσειδωνίου Ἡρακλεώτ[ης] | |
| ἐπιμελητὴς κατασταθεὶς εἰς τὸν ἐπὶ Διοκλέους ἄρχοντος ἐνιαυτ[ὸν] | |
| τάς τε θυσίας ἔθυσεν τοῖς θεοῖς τὰς καθηκούσας ἐν τῶι ἱερῶι καὶ [ἐ]- | |
| 5 | καλλιέρησεν ὑπέρ τε τοῦ κοινοῦ τῶν ὀργεώνων καὶ παίδων καὶ γ[υναι]- |
| κῶν καὶ τοῦ δήμου τοῦ Ἀθηναίων, ἐπεμελήθη δὲ καὶ ὀργε[ώνων] | |
| καλῶς καὶ εὐσχημόνως ἐν ὅλωι τῶι ἐνιαυτῶι, ἐθεράπευσεν [δὲ καὶ τοὺς] | |
| θεοὺς ἐκ τῶν ἰδίων, ἐκονίασεν δὲ καὶ τὰ βάθρα τὰ ἐν τῶι ἱε[ρῶι σταθέντα] | |
| καὶ τὸν λουτρῶνα τὸν ἀνδρεῖον, ὑπομείνας δὲ καὶ πᾶσα[ν τὴν ἐπιμέλειαν] | |
| 10 | ἐπέδωκεν τοῖς ὀργεῶσιν καλῶς καὶ εὐσχημόνω[ς περὶ πλείστου ποι]- |
| ούμενος τὴν εἰς τοὺς θεοὺς εὐσέβειαν καὶ τὴ[ν πρὸς τοὺς ὀργεῶνας] | |
| φιλοτιμίαν· ἵνα οὖν καὶ οἱ ὀργεῶνες φαίνωντ[αι τιμῶντες τοὺς πρός τε] | |
| θεοὺς φιλοτιμουμένους καὶ εἰς ἑαυτούς· [δεδόχθαι τοῖς ὀργεῶσιν ἐπαινέσαι Σεραπίωνα] | |
| Ποσειδωνίου Ἡρακλεώτην καὶ στεφανῶ[σαι αὐτὸν θαλλοῦ στεφά]- | |
| 15 | νωι καὶ λημνίσκωι ὧι πάτριόν ἐστιν εὐσε[βείας ἕνεκεν τῆς πρὸς τοὺς] |
| θεοὺς καὶ ἀναγορεύειν καὶ τοῦτον τ[ὸν στέφανον τὸν γραμμα]- | |
| τέα καὶ τὸν ἐπιμελητὴν καθάπερ καὶ [τοὺς ἄλλους μετὰ τὰς σπονδὰς] | |
| ἐν τῶι ἱερῶι, ἐὰν δὲ μὴ ἀναγορεύσω[σιν ἢ μὴ στεφανώσωσιν, ἀποτεῖσαι] | |
| [δρ]α[χμ]ὰς 𐅄 ∶ ἱερὰς τῆι Ἀφροδίτε[ι, ἀναγράψαι δὲ τόδε τὸ ψήφισμα] | |
| 20 | [εἰς στήλη]ν λιθίνην κα[ὶ] στ[ῆσαι ἐν τῶι ἱερῶι]. |