[ ]
Att. — s. IV a.
| a.1 | καταδῶ Καλλίαν ∶ τὸν κάπηλον τὸν ἐγ γειτόνων καὶ τὴν γυναῖκα αὐτοῦ |
| Θρᾶιτταν ∶ καὶ τὸ καπηλεῖον τὸ φαλακροῦ καὶ τὸ Ἀνθεμίωνος καπηλεῖον τὸ πλησίον Δ̣Α̣․Ο̣Η̣ | |
| καὶ Φίλωνα τὸν κάπηλον· τούτων πάντων καταδῶ ψυχὴν ἐργασίαν | |
| χεῖρας πόδας ∶ τὰ καπηλεῖα αὐτῶν. | |
| 5 | καταδῶ Σωσιμένην τ[ὸν] ἀδελφόν ∶ καὶ Κάρπον τὸν οἰκότην αὐτοῦ τὸν σινδο[νο]πώλην καὶ Γλύκανθιν ἣν καλοῦσι Μαλθάκην ∶ καὶ Ἀγάθωνα τ[ὸ]ν κάπηλον |
| [τ]ὸν Σωσιμένους οἰκότην ∶ τούτων πάντων καταδῶ ∶ ψυχὴν ἐργασία[ν β]ίον χεῖρας πόδας. | |
| καταδῶ Κίττον τὸν γείτονα τὸν καναβιο(υ)ργὸν καὶ τέχνην τὴν Κίττου καὶ ἐργασίαν καὶ ψυχὴν καὶ νο(ῦ)ν καὶ γλῶτταν τὴν Κίττου. | |
| καταδῶ Μανίαν τὴν κάπηλιν τὴν ἐπὶ κρήν<η>ι καὶ τὸ καπηλεῖον τὸ Ἀρίστανδρος Ἐλευσινίου καὶ ἐργασίαν αὐτοῖς καὶ νο(ῦ)ν. | |
| ψυχὴν χεῖρας γλῶτταν πόδας νο(ῦ)ν ∶ τούτους πάντας καταδῶ ἐμ μνήμασι ΑΣΦΑΡ̣ΑΓΙΑΙ | |
| 10 | κ πρὸς τὸν κάτοχον Ἑρμῆν. |
| b.1 | τοὺς Ἀριστάνδρου οἰκέτας. |