[ ] Att. — stoich. 26 — 357/6
See also:
1 ἐπὶ Ἀγαθοκλέο[ς] ἄρχο[ντος ἐπὶ τῆ]-
ς Αἰγηΐδος ἐνάτης πρυτα[νείας],
ἧι Διόδοτος [Δ]ιοκλέους Ἀγ[γελῆθ]-
εν ἐγραμμάτευεν, ὀγδόηι τῆ[ς πρυ]-
5 τ[α]νέας· τῶν προέδρων ἐπ[ε]ψή[φιζε]
[Διό]τι[μ]ος Οἰναῖ ∶ ἔδοξε τῆι βο[λῆι] καὶ τῶι δή[μωι]·
[Ἡγή]σανδρ[ο]ς εἶπεν· ὅπως [ἂ]ν Ἄνδ[ρο]-
[ς] ἐ͂[ι] σ[ᾶ] τῶι δ[ή]μωι τῶι Ἀθη[να]ίων [κα]-
[ι] τῶι δήμωι τῶι Ἀνδρίων καὶ ἔχ[ωσ]-
10 ιν ο[ἱ] φρουροὶ οἱ ἐν Ἄ[νδρω]ι μισ[θὸ]-
ν ἐκ τῶν συντάξεων κ[α]τ[ὰ τ]ὰ δόγ[μα]-
[τ]α τ[ῶ]ν συμμάχων καὶ μὴ καταλύ[ητ]-
αι ἡ φυλακή, ἑλέσθαι στρ[α]τηγ[ὸν ἐ]-
κ τῶγ κεχειροτονημένων, [τ][ν δὲ α]-
15 [ἱ]ρ[ε]θέντα ἐπιμελεῖσθαι [Ἄνδρου].
εἰσπρᾶξαι δὲ καὶ τὰ ἐγ ν[ήσων χρή]-
ματα Ἀρχέδημον τὰ ὀφ[ειλόμενα τ]-
οῖς στρατιώταις το[ῖς ἐν Ἄνδρωι]
[κ]αὶ παραδοῦναι τῶ[ι ἄρχοντι τῶι]
20 [ἐν] Ἄνδρωι, ὅπως [ἂν οἱ στρατιῶται]
[ἔχ]ωσι μισθ[ὸν ․․․․․․15․․․․․․․]
Search Help