[ ] Att. — Athens: Agora — stoich. 31 — 282/1 — Hesp 7.1938.100,18 — SEG 25.89
See also:
1 θεοί.
ἐπὶ Νικίου ἄρχοντος, ἐπὶ τῆς Οἰνηίδος
ἑβδόμης πρυτανείας ἧι Θεόφιλος Θεοδ-
ότου Ἀχαρνεὺς ἐγραμμάτευεν· Γαμηλιῶ-
5 νος ἐνάτηι ἱσταμένου, τρίτηι καὶ εἰκο-
στεῖ τῆς πρυτανείας· ἐκκλησία· τῶν προ-
έδρων ἐπεψήφιζεν Οἰνοκράτης Οἰνοβί-
ου Ἐλε[υ]σίνιος καὶ συνπρόεδροι· vv ἔδο-
ξεν τῶι δήμωι· Ἀγύρριος Καλλιμέδοντο-
10 ς Κολλυτεὺς εἶπεν· ἐπειδὴ Εὔθιος ἄρχω-
ν γενόμενος τάς τε θυσίας ἔθυσεν τοῖς
θεοῖς κατὰ τὰ πάτρια καὶ τῆς πομπῆς τῶ-
ι Διονύσωι ἐπεμελήθη φιλοτίμως καὶ τ-
ἄλλα πάντα ἔπραξεν τὰ περὶ τὴν ἀρχὴν δ-
15 ικαίως πειθόμενος τοῖς τε νόμοις καὶ
τοῖς ψηφίσμασιν τῆς βουλῆς καὶ τοῦ δή-
μου, καὶ διὰ ταῦτα αὐτὸν καὶ πρότερον ὁ
δῆμος ἐπήινεσεν καὶ ἐστεφάνωσεν ἐν τ-
ῆι ἐκκλησίαι τῆι ἐν Διονύσου, ὅπως ἂν ο-
20 ὖν πᾶσιν φανερὸν ἦι ὅτι ὁ δῆμος καὶ νῦν
καὶ εἰς τὸν λοιπὸν χρόνον τιμήσει τοὺ-
ς δικαίως ἄρχοντας τὰς ἀρχὰς καὶ κατὰ
τοὺς νόμους, ἀγαθεῖ τύχει δεδόχθαι τῶ-
ι δήμωι ἐπαινέσαι Εὔθιον Ἀντιφῶντος
25 Τειθράσιον φιλοτιμίας ἕνεκα καὶ εὐν-
οίας ἣν ἔχων διατελεῖ πρὸς τὸν δῆμον, κ-
αὶ στεφανῶσαι αὐτὸν χρυσῶι στεφάνωι
κατὰ {τα} τὸν νόμον· εἶναι δὲ αὐτῶι καὶ ἄλ-
λο ἀγαθὸν εὑρέσθαι παρὰ τοῦ δήμου ὅτο-
30 υ ἂν δοκεῖ ἄξιος εἶναι ὅταν ὁ Πειραιεὺ-
ς καὶ τὸ ἄστυ ἐν τῶι αὐτῶι γένηται· ἐπαι-
[ν]έσαι δὲ καὶ τοὺς παρέδρους αὐτοῦ Μει-
δογένην Μείδωνος Ἀθμονέα, Σωκράτην Σ-
ωδάμου Παιανιέα, δικαιοσύνης ἕνεκα κ-
35 αὶ φιλοτι<μ>ίας, καὶ στεφανῶσαι ἑκάτερο-
ν αὐτῶν χρυσῶι στεφάνωι κατὰ τὸν νόμο-
ν· ἀναγράψαι δὲ τόδε τὸ ψήφισμα τὸν γρα-
μματέα τὸν κατὰ πρυτανείαν ἐν στήληι
λιθίνει καὶ στῆσαι ἔμπροσθε τοῦ συνε-
40 δρίου· εἰς δὲ τὴν ἀναγραφὴν τῆς στήλης
μερίσαι τοὺς ἐπὶ τῆι διοικήσει v Δ v δρ-
αχμάς. {²vacat}²
in corona 1.43 ὁ δῆμος
in corona 2.44 ὁ δῆμος
45 Σαλαμινίων
in corona 3.44 οἱ φυλέται
Search Help
Contact Us