[ ] Att. — Athens: Agora — stoich. 27 — 302/1 a. — Hesp. 9.1940.104,20 — Ag. 3.82,225
1 [θ]εοί.
ἐπὶ Νικοκλέους ἄρχοντος ἐπὶ τῆς
Ἀκαμαντίδος τετάρτης πρυτανεί-
ας ἧι Νίκων Θεοδώρου Πλωθεὺς ἐγρ-
5 αμμάτευεν, Πυανοψιῶνος ἕκτει μ[ε]-
τ’ εἰκάδας, πέμπτει καὶ εἰκοστῆι τ-
ῆς πρυτανείας· ἐκκλησία· τῶν προ[έ]-
δρων ἐπεψήφιζεν Εὐθύδικος Κηφ[ι]-
σοδώρου Ἀναγυράσιος καὶ συμπρό-
10 εδροι· ἔδοξεν τῶι δήμωι. vv Μέμνων
Μέδοντος Ἀφιδναῖος εἶπεν· ἐπειδ-
ὴ οἱ ταξίαρχοι οἱ ἐπὶ Νικοκλέους
ἄρχοντος καλῶς καὶ φιλοτίμως ἐπ-
εμελήθησαν τῆς εὐκ[ο]σμίας τῆς ἐν
15 τοῖς ἱεροῖς τῆς Δήμητρος καὶ ἐστ-
εφάνωσαν αὐτοὺς οἱ ἐπὶ ταῦτα αἱ[ρ]-
εθέντες ἐκ τῶν δήμων, ἀγαθῆι τύ[χη]-
ι δεδόχθαι τῶι δήμωι ἐπαινέσαι [τ]-
οὺς ταξιάρχους καὶ στεφανῶσαι ἕ-
20 καστον αὐτῶν θαλλοῦ στεφάνωι ὑ[π]-
ὲρ ὧν τὰς εὐθύνας δεδώκασιν, ὅπω[ς]
ἂν ὑπόμνημα εἶ τῆς ἐπιμελείας α[ὐ]-
τῶν· ἀναγράψαι δὲ τόδε τὸ ψήφισμ[α]
καὶ τὰ ὀνόματα αὐτῶν πατρόθεν κ[α]-
25 ὶ τοῦ δήμου ἐν στήληι λιθίνηι καὶ
[στῆ]σαι πρὸς τῶι Ἐλευσινίωι ἐν ἄ[σ]-
[τει· εἰς δὲ] τὴν ἀναγραφὴν τῆς στήλ-
[ης δοῦναι τὸν] ταμίαν τοῦ δήμου ∶Δ-
[ΔΔ∶ δραχμὰς ἐκ τῶ]ν εἰς τὰ κατὰ ψηφ-
30 [ίσματα ἀναλισκομένων τῶι] δήμωι.
       {²vacat}²
[— — — — — — — — — — — — — — — — — —]
Search Help
Contact Us