[ ] Att. — stoich. 25-31 — 363/2
frg. a.1 [ἐπὶ Χαρ]ικλείδο ἄρχοντο[ς ἐπὶ τ]-
[ῆς Ἀκα]μαντίδος· δευτέρα[ς πρυτ]-
[ανεία]ς ἧι Νικόστρατο[ς Φιλοστ]-
[ράτο] Παλληνεὺς ἐγρα[μμάτευεν],
5 [τρι]ακοστῆι τῆς πρυτ[ανείας].
[ἔδ]οξεν τῆι βουλῆι καὶ τῶι δ[ήμωι ․․5․․]
․․․ης Παιανιεὺς ἐπεστάτε[ι, Κρατῖνος?]
[ε]ἶπεν· περὶ ὧν λέγει Ἀστυκρ[άτης ὁ Δελφ]-
[ὸ]ς καὶ οἱ μετ’ αὐτοῦ ἐψηφίσθ[αι τῆι βουλ]-
10 [ῆ]ι, τοὺς προέδρος οἳ ἂν λάχω[σι προεδρε]-
[ύε]ιν ἐν τῶι δήμωι προσαγαγ[εῖν Ἀστυκρ]-
[άτ]ην καὶ τοὺς μετ’ αὐτοῦ εἰς [τὸν δῆμον ε]-
[ἰς τ]ὴν πρώτην ἐκκλησίαν κα[ὶ χρηματίσ]-
[αι, γ]νώμην δὲ ξυμβάλλεσθαι [τῆς βουλῆς]
15 [εἰς] τὸν δῆμον ὅτι δοκεῖ τῆι [βουλῆι, ἐπε]-
[ιδὴ] Ἀνδρόνικος ὁ Θετταλὸς [ἱερομνημο]-
[νῶν] παρὰ τοὺς νόμους τῶν Ἀ[μ]φ[ικτιόνων]
[καὶ] τοὺς Δελφῶν εἰσήγαγεν ἀ[ειφυγίαν]
[κατ’] Ἀστυκράτος καὶ τῶν μετ’ α[ὐτοῦ ὥστε]
20 [φυγ]αδεῦσαι Ἀστυκράτην καὶ [τοὺς μετ’ α]-
[ὐτο͂] καὶ τὰς οὐσίας ἀφείλετο ․․․8․․․․
․․ δεδόχθαι τῶι δήμωι τὰς μὲν [δίκας τὰ]-
[ς κ]ατὰ Ἀστυκράτος καὶ τῶν μετ’ [αὐτοῦ γε]-
[γε]νημένας ἐν Ἀμφικτίοσιν ἀ[τελεῖς εἶ]-
25 [ναι]· εἰ δὲ τίς τι αἰτιᾶται Ἀστ[υκράτην ἢ]
[τοὺ]ς μετ’ αὐτοῦ ἀδικεῖν Δελ[φῶν τινα ἢ τ]-
[ὸ κοινὸ]ν τῆς πόλεως τῆς Δε[λφῶν ․․6․․․]
․․․8․․․․ου․․․․ας καὶ αὐ[τ․․․․9․․․․]
․․․․․․․16․․․․․․․ν αὐτ․․․․11․․․․․
frg. b.1 [α]πα․․․․․․․․․․․․․28․․․․․․․․․․․․․
αγει[․․․․․․․․․․23․․․․․․․․․․․ ἐκπε]-
πτωκό[τ․․․․․․․․․․․25․․․․․․․․․․․․]
ται παρα․․․․․․․․․․․24․․․․․․․․․․․
5 ον, καλέσαι [δὲ Ἀστυκράτην καὶ τὸς μετ’ α]-
ὐτο͂ ἐπὶ ξένια [εἰς τὸ πρυτανεῖον εἰς αὔ]-
ριον.
Κρατῖνος εἶπεν· τ[ὰ μὲν ἄλλα καθάπερ τῆ]-
ι βουλῆι περὶ ὧν Ἀστυκρ[άτην ὁ Δελφὸς λ]-
10 έγει· εἶναι δὲ Ἀστυκρ[άτην Ἀθηναῖον κα]-
ὶ ἐκγόνους αὐτο͂, καὶ εἶνα[ι αὐτὸν φυλῆς]
ἧστινος [ἂ]ν ἀπογράφηται κ[α][δήμου καὶ]
φρατρίας· ἐπιμελεῖσθαι [δὲ] αὐτο[ῦ καὶ τ]-
ὴμ βουλὴν τὴν αἰεὶ βο[υ]λε[ύ]ουσαν, ἐάν [το]
15 δέηται. εἶναι δὲ αὐτῶι κα[ὶ ἀτ]έλειαν οἰ-
κο͂ντι Ἀθήνησι. τὴν δὲ ψῆφον δο͂ναι περ[ὶ]
αὐτοῦ τὸς πρυτάνεις τὸς [μετὰ] τὴν Ἀκαμ-
αντίδα πρυταν[εύ]οντας ἐν τῆ[ι π]ρώτηι ἐ-
κκλησίαι. εἶναι δὲ καὶ τοῖ[ς] με[τ]ὰ Ἀστυκ-
20 ράτος ἐκπεπτωκόσι [ἰ]σοτέλειαν καθάπ-
ερ Ἀθηναίοις, Ἀρχεδάμωι, [Ἀ]ριτ]οξένωι,
Δαμοτίμωι, Νικά[νδ]ρωι, Πατρο[κ]λεῖ, Ἀρχέ-
λαι, Μένωνι, Ἐκε[․․κ]ράτει, Ἡ[γησ]άρχωι, Ἐλ-
πινίκωι. [τ]ὸ δὲ ψήφισμα τόδ[ε][ν]αγρά[ψα]ι
25 τὸν γραμματέα τῆς βουλῆ[ς] ἐν [σ]τήλη[ι λ]ι-
θίνηι [κ]αὶ στῆσαι [ἐ]ν ἀκροπόλ[ει]· εἰς [δὲ] τ-
ὴν ἀναγραφὴν τῆς στήλ[ης δ]ο͂ναι τὸν τα[μ]-
ίαν το͂ δήμο ΔΔ δρα<χ>μὰς ἐκ [τ]ῶν [κα]τὰ ψηφί-
σματα ἀναλισκομένων τ[ῶι] δήμωι. καλέσ-
30 αι δὲ Ἀστ[υ]κράτη κ[αὶ τὸς] μ[ε]τὰ Ἀστυκράτ-
ος ἐπὶ ξένια ἐς τὸ πρυτανέον ἐς αὔριον.
                 vacat 0.12
Search Help
Contact Us