[ ]
Att. — stoich. 34-44 — 363/2
| 1 | [Μ]ενέλαος Πελαγὼν εὐεργέτη[ς]. |
| cymatium 0.02 | |
| 2 | ἐπὶ Χαρικλείδου ἄρχοντος ἐπὶ |
| τῆς Οἰνηΐδος ἕκτης πρυτανείας. | |
| ἔδοξεν τῆι βουλῆι καὶ τῶι δήμωι· Οἰνεῒς ἐπρυτάνευεν, Νικ- | |
| 5 | [ό]στρατος ἐγραμμάτευεν, Χαρικλῆς Λευκονοεὺς ἐπεστά- |
| [τ]ει· Σάτυρος εἶπεν· ἐπειδὴ Τιμόθεος ὁ στρατηγὸς ἀποφα[ί]- | |
| [ν]ει Μενέλαον τὸν Πελαγόνα καὶ αὐτὸν συνπολεμο[ῦ]- | |
| [ντα] καὶ χρήματα παρέχοντα εἰς τὸν πόλεμον τὸν πρ- | |
| [ὸς] Χαλκιδέας καὶ πρὸς Ἀμφίπολιν, ἐψηφίσθαι τῆι β- | |
| 10 | [ουλ]ῆι προσάγειν αὐτὸν εἰς τὸν δῆμον εἰς τὴν πρώ- |
| [την] ἐκκλησίαν, γνώμην δὲ ξυνβάλλεσθαι τῆς βουλ- | |
| [ῆς ε]ἰς τὸν δῆμον ὅτι δοκεῖ τῆι βουλῆι ἐπαινέσαι μέ- | |
| [ν αὐ]τὸν ὅτι ἀνὴρ ἀγαθός ἐστιν καὶ ποιεῖ ὅτι δύνατα- | |
| [ι ἀγ]αθὸν τὸν δῆμον τὸν Ἀθηναίων· ἐπιμελεῖσθαι | |
| 15 | [δὲ] αὐτοῦ καὶ τοὺς στρατηγοὺς τοὺς ὄντας περ- |
| [ὶ Μα]κεδονίαν, ὅπως ἄν, ἐάν τοῦ δέηται, τυνχά- | |
| [νηι]· εἶναι δὲ καὶ εὑρέσθαι αὐτῶι παρὰ τοῦ δήμο- | |
| [υ ἐ]άν τι δύνηται καὶ ἄλλο ἀγαθόν· καλέσαι δὲ [καὶ] | |
| [Με]νέλαον ἐπὶ ξένια εἰς τὸ πρυτανεῖον εἰς [αὔριον]. | |
| vacat 0.022 | |
| 20 | [Σάτυ]ρος εἶπεν· τὰ μὲν ἄλλα καθάπε[ρ τῆι βουλῆι]· |
| [ἐπει]δὴ [δ]ὲ καὶ οἱ πρόγονοι οἱ Με[νελάου εὐεργ]- | |
| [έται ἦσαν] τοῦ δήμο τοῦ Ἀθη[ναίων, εἶναι καὶ] | |
| [Μενέλαον εὐεργ]έτη[ν — — — — — — — — —] |