[ ]
Att. — Athens: Ag. & Akr. — stoich. 37-39 — 394/3 a. — IG II² 17 — Hesp. 26.1957.51,8 — SEG 15.84; 16.42; 29.85; 36.140
| 1 | ἔδοξεν τῆι βολῆι· Αἰγηὶς [ἐπρυτάνευε, Ἀριστοκρ]- |
| άτης ἐγραμμάτευε, Ἀμειψ̣[ίας ἐπεστάτε, ․․7-8․․․] | |
| εἶπε· ἐπαινέσαι Σθόρυν [τὸν μάντιν, ὅτι πρόθυμό]- | |
| ς ἐστι ποε͂ν ὅ τι δύναται [ἀγαθὸν τὴν στρατιὰν καὶ] | |
| 5 | τὴν πόλιν τὴν Ἀθηναίων· [περὶ δὲ ὧν λέγει Σθόρυς], |
| ἐπειδὴ αὐτο͂ ἦσαν οἱ πρόγον̣[οι πρόξενοί τε καὶ εὐ]- | |
| εργέται τῆς πόλεως τῆς Ἀθη[ναίων, αὐτὸν δὲ καὶ πο]- | |
| λίτην ἐποιήσαντο Ἀθηναῖοι, [ἀναγράψαι Σθόρυι] | |
| τὸν γραμματέα τῆς βολῆς ἐν σ[τήλαιν λιθίναιν ἐν] | |
| 10 | πόληι καὶ ἐν Πυθίο τὰ ἐψηφι[σμένα περὶ Σθόρυος] |
| τ̣[ῶ]ι δήμωι. καλέσαι δὲ Σθόρυ[ν 〚καὶ ἐπὶ δεῖπνον〛]- | |
| [εἰς α]ὔριον 〚ἐς τὸ πρυτανεῖο[ν.]〛. {²vacat}² | |
| [Ἀρι]στοκράτης Αἰσχίνο Κεφ[αλῆθεν ἐγραμμάτευε], | |
| [Εὐ]β̣ολίδης Ἐ̣[λ]ευσίνιος ἦρ[χεν ἐπὶ τῆς Αἰγηίδος] | |
| 15 | [πρυτα]νε̣ία̣[ς. vv] {²vacat [vacat]}² |
| {²[ vacat ] vacat [vacat]}² | |
| {²[ vacat ] vacat [vacat]}² | |
| {²[ vacat ] vacat [vacat]}² | |
| [— — — — — — — — — — — — — — — — — — — — — — — —] | |
| 20 | [․․․․․․․․․․․․․․․․․37․․․․․․․․․․․․․․․․․․ν |
| [․․․․․․․․․․․․․․․․34․․․․․․․․․․․․․․․․ εἶ]πε· | |
| [κύρια μὲν ἐ͂ναι Σθόρυι τὰ ψηφίσματα τά ἐψη]φισμέ- | |
| [να αὐτῶι πρότερον ὑπὸ το͂ δήμο το͂ Ἀθηναίω]ν̣ καὶ τὸ | |
| [νυνὶ ψηφισθέν· ἐπαινέσαι δ’ αὐτὸν ἐπει]δὴ πρότε- | |
| 25 | [ρόν τε διετέλει Σθόρυς πρόθυμος ὢν] Ἀθηναίοις |
| [καὶ ὅ]τ̣ι προ[εῖπε(?)․․․8․․․․ τὰ γενόμ]ενα περὶ τῆς | |
| ν̣αυμαχίας [μαντευσάμενος ἐκ τῶν ἱ]ε̣ρῶν τῶν εἰσι- | |
| τητηρίων ὧ[νπερ ἔθυσεν καὶ τὰ] ἄ̣λ̣[λα ἐσ]τὶ ἀνὴρ ἀγα- | |
| θὸς περὶ τὴ[ν πόλιν τὴν Ἀ]θ̣ην[αί]ων κ̣[αὶ ο]ἱ πρόγονο[ι] | |
| 30 | πρότερον, κα̣[ὶ ἐ͂ναι αὐ]τὸν Ἀθ[ην]αῖο[ν, γρά]<ψ>ασθαι δ[ὲ] |
| αὐτὸν εἰς φυ[λὴν κα]ὶ δῆμον ἵ[ν’ ἂ]ν βόλ̣[ηται]· τὸς δὲ [στ]- | |
| ρατηγὸς τὸς [ἐνθ]άδε ἀποδο͂να[ι] αὐτῶ[ι τὸν μι]σθ̣ὸ̣ν̣ ὅ]- | |
| σομπερ πέρυ[σι]ν ἔφερε· τὸν δὲ [γ]ραμμ[ατέα τ]ῆ̣ς βολ[ῆ]- | |
| ς ἀναγράψαι τὸ ψήφισμα τόδε [τέ]λε̣[σι τοῖ]ς Σθόρυ[ο]- | |
| 35 | ς ἐν στήληι [ἵ]ναπερ αὐτῶι τὰ π̣[ρ]ό̣τερ[α ψηφί]σματα [ἀ]- |
| ναγέγραπται· ἐὰν δέ τις ταῦ̣[τ]α ἄκυρ[α ποι]ῆι, ὀφελέ]- | |
| τω χιλίας [δ]ρ̣α̣χμὰ̣ς ἱε̣ρ̣[ὰς τῆ]ι Ἀθηνάα[ι καὶ] τῶι Ἀ[πό]- | |
| λλωνι τῶ[ι] Πυθίωι ἑτέρα̣[ς]· ἐ͂ναι δὲ ταῦ[τα κ]αὶ τοῖς [ἐ]- | |
| κγόνοις τοῖς Σθόρυος· καλέσαι δὲ αὐ[τὸν] ἐπὶ δε[ῖπ]- | |
| 40 | νον εἰς [τ]ὸ πρυτανεῖον εἰς αὔριον. {²vacat}² |