[ ]
Att. — Athens: Agora — non-stoich. 30 — c. 265/4 or 251/0? a. — Hsp.7.1938.9,2
| 1 | ἀγαθῆι τύχηι. ἐπὶ Φανομάχου ἄρχ- |
| οντος. Μουνιχιῶνος· Ἡρακλείοις. | |
| ἐπὶ τοῖσδε διελύσαντο τὰ γένη π- | |
| ρὸς ἄλληλα, τό τε Σουνιέων καὶ τὸ | |
| 5 | ἀπὸ τῶν ἐξ Ἑπταφυλῶν, ὑπὸ τῶν αἱρε- |
| θέντων διαλυτῶν, v Ἀντιγένου Ση- | |
| μαχίδου καὶ Καλλιτέλου Σουνιέως, | |
| ἐφ’ ὧιτε τοῦ μὲν Ἡρακλέος τοῦ τεμέ- | |
| νους ἄνετομ μὲν εἶναι ὡς οἱ βωμοὶ κ- | |
| 10 | αὶ τὸ ἐπέκεινα τοῦ ἰκρίου ὡς αἱ ἐλ- |
| άαι αἱ πρῶται. v τὸ δ’ ἄλλο τέμενος ὡ- | |
| ρίσθαι βορρᾶθεμ μὲν ὡς ἡ αἱμασιὰ | |
| ἡ πρώτη, v ἡλίου δὲ ἀνέχοντος ὡς οἱ | |
| ὅροι κεῖνται οἱ ὁρίζοντες τὰ χωρ- | |
| 15 | ία, v δυομένου δὲ ὡς οἱ ἐμβατῆρες v |
| οἵ τε πρὸς τῆι θαλάττηι καὶ ὁ ἄνω κ- | |
| είμενος, καὶ εἶναι κοινὸν τοῦτο τὸ | |
| τέμενος τῶν γένων ἀμφοτέρων. v ἅλ- | |
| ω δὲ κατασκευάσαι Σαλαμινίους τοὺ- | |
| 20 | ς ἀπὸ Σουνίου τοῖς αὑτῶν ἀναλώμασ- |
| ιν ἐν τῶι τεμένει τῶι κοινῶι τὸ αὐτ- | |
| ὸ μέγεθος τεῖ ἑαυτῶν, καὶ εἶναι ταύ- | |
| την τὴν ἅλω Σαλαμινίων τῶν ἐξ Ἑπτα- | |
| φυλῶν. v τὴν δ’ οἰκίαν τὴμ μὲν ὁμοροῦ- | |
| 25 | σαν τῶι τεμένει εἶναι ἀρχαίο Σαλαμ- |
| ινίων τῶν ἐξ Ἑπταφυλῶν ὡς αἱ θύραι | |
| αἳ φέρουσιν ἀμφότεραι αἱ ἀπὸ θαλάτ- | |
| της καὶ ὡς οἱ ὅροι ὁρίζουσιν εἰς ὀρ[θ]- | |
| ὸν οἱ τῶν χωρίων. v τὴν δ’ ἑτέραν οἰκί- | |
| 30 | αν τὴμ πρὸς ἡλίου ἀνατολὰς εἶναι ἀ- |
| ρχαίο Σαλαμινίων τῶν ἀπὸ Σουνίου ὡ- | |
| ς αἱ θύραι αἳ φέρουσιν αἱ ἀπὸ θαλάττ- | |
| ης καὶ ὡς οἱ ὅροι ὁρίζουσιν εἰς ὀρθὸν | |
| οἱ τῶν χωρίων. v εἶναι δὲ καὶ τοὺς κήπ- | |
| 35 | ους καὶ τοῦ φρέατος τὸ ἥμυσυ ἑκατέρ- |
| ου τοῦ γένους, v τὴν δὲ ἁλὴν καὶ τὴν ἀγ- | |
| ορὰν τὴν ἐν Κοίλει κοινὴν εἶναι ἀμφο- | |
| τέρων τῶν γένων, v τῶν δὲ χωρίων τὰ μὲ- | |
| ν πρὸς ἡλίου ἀνατολὰς εἶναι ἀρχαίο | |
| 40 | Σαλαμινίων τῶν ἀπὸ Σουνίου ὡς οἱ ὅρ- |
| οι κεῖνται. v τὰ δὲ πρὸς ἡλίου δυσμὰς ε- | |
| ἶναι ἀρχαίο Σαλαμινίων τῶν ἐξ Επτα- | |
| φυλῶν ὡς οἱ ὅροι κεῖνται, καὶ τὴν ἱερὰ- | |
| ν ἄρουραν. vacat |