[ ]
Att. — Athens: Agora — non-stoich. 30 — c. 265/4 or 251/0? a. — Hsp.7.1938.9,2
1 | ἀγαθῆι τύχηι. ἐπὶ Φανομάχου ἄρχ- |
οντος. Μουνιχιῶνος· Ἡρακλείοις. | |
ἐπὶ τοῖσδε διελύσαντο τὰ γένη π- | |
ρὸς ἄλληλα, τό τε Σουνιέων καὶ τὸ | |
5 | ἀπὸ τῶν ἐξ Ἑπταφυλῶν, ὑπὸ τῶν αἱρε- |
θέντων διαλυτῶν, v Ἀντιγένου Ση- | |
μαχίδου καὶ Καλλιτέλου Σουνιέως, | |
ἐφ’ ὧιτε τοῦ μὲν Ἡρακλέος τοῦ τεμέ- | |
νους ἄνετομ μὲν εἶναι ὡς οἱ βωμοὶ κ- | |
10 | αὶ τὸ ἐπέκεινα τοῦ ἰκρίου ὡς αἱ ἐλ- |
άαι αἱ πρῶται. v τὸ δ’ ἄλλο τέμενος ὡ- | |
ρίσθαι βορρᾶθεμ μὲν ὡς ἡ αἱμασιὰ | |
ἡ πρώτη, v ἡλίου δὲ ἀνέχοντος ὡς οἱ | |
ὅροι κεῖνται οἱ ὁρίζοντες τὰ χωρ- | |
15 | ία, v δυομένου δὲ ὡς οἱ ἐμβατῆρες v |
οἵ τε πρὸς τῆι θαλάττηι καὶ ὁ ἄνω κ- | |
είμενος, καὶ εἶναι κοινὸν τοῦτο τὸ | |
τέμενος τῶν γένων ἀμφοτέρων. v ἅλ- | |
ω δὲ κατασκευάσαι Σαλαμινίους τοὺ- | |
20 | ς ἀπὸ Σουνίου τοῖς αὑτῶν ἀναλώμασ- |
ιν ἐν τῶι τεμένει τῶι κοινῶι τὸ αὐτ- | |
ὸ μέγεθος τεῖ ἑαυτῶν, καὶ εἶναι ταύ- | |
την τὴν ἅλω Σαλαμινίων τῶν ἐξ Ἑπτα- | |
φυλῶν. v τὴν δ’ οἰκίαν τὴμ μὲν ὁμοροῦ- | |
25 | σαν τῶι τεμένει εἶναι ἀρχαίο Σαλαμ- |
ινίων τῶν ἐξ Ἑπταφυλῶν ὡς αἱ θύραι | |
αἳ φέρουσιν ἀμφότεραι αἱ ἀπὸ θαλάτ- | |
της καὶ ὡς οἱ ὅροι ὁρίζουσιν εἰς ὀρ[θ]- | |
ὸν οἱ τῶν χωρίων. v τὴν δ’ ἑτέραν οἰκί- | |
30 | αν τὴμ πρὸς ἡλίου ἀνατολὰς εἶναι ἀ- |
ρχαίο Σαλαμινίων τῶν ἀπὸ Σουνίου ὡ- | |
ς αἱ θύραι αἳ φέρουσιν αἱ ἀπὸ θαλάττ- | |
ης καὶ ὡς οἱ ὅροι ὁρίζουσιν εἰς ὀρθὸν | |
οἱ τῶν χωρίων. v εἶναι δὲ καὶ τοὺς κήπ- | |
35 | ους καὶ τοῦ φρέατος τὸ ἥμυσυ ἑκατέρ- |
ου τοῦ γένους, v τὴν δὲ ἁλὴν καὶ τὴν ἀγ- | |
ορὰν τὴν ἐν Κοίλει κοινὴν εἶναι ἀμφο- | |
τέρων τῶν γένων, v τῶν δὲ χωρίων τὰ μὲ- | |
ν πρὸς ἡλίου ἀνατολὰς εἶναι ἀρχαίο | |
40 | Σαλαμινίων τῶν ἀπὸ Σουνίου ὡς οἱ ὅρ- |
οι κεῖνται. v τὰ δὲ πρὸς ἡλίου δυσμὰς ε- | |
ἶναι ἀρχαίο Σαλαμινίων τῶν ἐξ Επτα- | |
φυλῶν ὡς οἱ ὅροι κεῖνται, καὶ τὴν ἱερὰ- | |
ν ἄρουραν. vacat |