[ ] Att. — Athens — stoich. 39 — 293/2 BC — IG II² 649 — ADT 1995.157 — SEG 3.93; 35.85
1 [ἐπ]ὶ Ὀ[λυμ]πι[ο]δώρο[υ][ρ]χο[ντ]ος ἀναγραφέως δὲ Ἐπ[ικ]-
[ού]ρο[υ το]ῦ Ἐπιτέλου[ς][αμν]ουσίου, ἐπὶ τῆς Πανδ[ιο]-
[νί]δος δεκ[άτ]ης πρυ[τ]ανε[ία]ς· Μουν[ι]χιῶνος [ἕ]νηι [κα]-
[ὶ νέ]αι, πρώτ[η]ι [τ]ῆς πρυτα[νε]ίας· ἐκκλησία· τῶν [π]ρο[έ]-
5 [δρω]ν ἐπεψήφι[ζ]ε(ν) Νικόβο[υλ]ος Νικίου Φρεάρρι[ο]ς [κ]-
[αὶ σ]υνπρόεδροι· ἔδοξεν [τῶ]ι δήμωι· Στρατοκ[λῆ]ς Ε[ὐ]-
[θυ]δήμου Δι[ομε]εὺ[ς εἶ]πε[ν· ἐ]πειδὴ οἵ τε πρόγονοι [ο]-
[ἱ] Φιλιππ[ί]δ[ου δ]ιετ[έλ]εσ[α]ν ἄνδρες ἀγαθοὶ ὄντε[ς π]-
[ε]ρ[ὶ] τὸν δῆμ[ον τ]ὸν Ἀθ[η]να[ί]ων κα[ὶ] ἐν πᾶσιν τοῖς [και]-
10 [ρ]οῖς ἀποδεικ[ν]ύμε[ν]ο[ι] τ[ὴ]ν εὔνοιαν καὶ τὴν φιλο[τ]-
[ιμ]ίαν, πολλὰς [μ]ὲν καὶ με[γ]άλας χρείας παρέσχον[τ]-
[ο τ]ῶι δήμωι, πολλὰ δὲ ε[ἰ]ς [τὰ]ς ἐπιδό[σ]ε[ι]ς καὶ τρι[ηρ]-
[αρ]χίας καὶ χ[ορ]ηγίας κα[ὶ τ]ὰς ἄ[λλ]ας λειτουργία[ς]
[ἐκ τ]ῶν ἰ[δί]ω[ν χ]ρήματ[α][νήλ]ωσ[αν], ὧν ὑπομνήματα ἐ[ν]
15 [τ]οῖ[ς ἱε]ρ[οῖς] τῆς [π]όλ[ε]ω[ς τρ]ίποδες καὶ τ’ ἄλλα ἀν[αθ]-
[ήμ]ατα κα[ταλ]έλε[ι]πτ[αι· κα]ὶ στρατηγίας καλὰς [καὶ]
[ἐν]δό[ξ]ους [ἐ]στρ[ατ][γ]ησ[αν] καὶ κατὰ γῆν καὶ κατὰ θ[ά]-
[λατ]τα[ν· κ]αὶ α[ὐ]τὸς Φ[ι]λι[ππ]ίδης περὶ πλείστου πο[ι]-
[ο]ύμεν[ο]ς [τ]ὴν [ὑ]πάρχουσ[αν] αὐτῶι τῶν προγόνων πρ[ὸ]-
20 [ς] τὸν [δῆ]μο[ν εὔ]ν[οια]ν [κ]α[ὶ φ]ιλοτιμίαν διατετέλε[κ]-
[εν ἀ]ποδει[κνύ]μενος ἔν τ[ε τ]αῖς ἐπιδόσεσιν καὶ τ[ρ]-
[ι]ηραρχία[ις κ]αὶ [χ]ορηγί[α]ις καὶ ταῖς ἄλλαις [λ]ε[ιτ]-
[ο]υργ[ία]ις καὶ φι[λο]τιμί[α]ις πάσαις· καὶ χ[ε]ιροτ[ον]-
[η]θεὶ[ς στρατ]ηγὸς [ἐ]πὶ τὸ [ν]αυτικὸν ἐστρατ[ή]γησ[εν]
25 [κ]αλ[ῶς κ]αὶ σ[υ]νφε[ρ]όντ[ω]ς [τ]ῶι δήμωι· καὶ βασ[ι]λεὺ[ς ὢ]-
[ν] τάς τε θυσ[ί]ας [ἁπ]άσας ὅ[σ]ας προσῆκεν αὐτὸν [ὑπ][ρ]
[τ]ῆς πόλεως τέθ[υκ]εν εὐσ[ε]βῶς καὶ κα[τ]ὰ τὰ π[άτ]ρια, κ-
[αὶ τ]ῶν ἄλλ[ων] ἁπάν[των τ][ν] ἐν τε͂ι ἀρχε͂ι ὅσα οἱ [ν]όμ[ο]-
[ι] α[ὐ]τῶ[ι π]ρο[σ]έτατ[τον ἐ]π[ι]μεμέληται καλῶς καὶ ἀ[δ]-
30 [ω]ροδοκήτως· καὶ ἀ[γ]ωνοθ[έ]της αἱρεθεὶς πε[π]όηκε[ν]
[το]ὺς ἀγῶν[α]ς τοῖς θεοῖς [π]άντας καλῶς καὶ φιλοτ[ί]-
[μω]ς, καὶ τὰς ἄλλας ἐπ[ιμελ]είας πάσας ἐφ’ ὅσας [αὐτὸ]-
[ν] ὁ δ[ῆ]μος [ἢ] ἡ βουλὴ [κ]εχε[ιρ]οτόνηκεν ἐπιμεμέλη[τα]-
[ι] δικαίω[ς· κ]αὶ [πρ]εσβεί[ας] κ[α]λ[ὰ]ς καὶ συνφερούσ[ας]
35 [τῶι] δήμω[ι πε]πρέσβευ[κεν]· καὶ ἀγωνιστὴν ὁ αὐτὸς [ὑ]-
[πὲρ τ]ῶν [τ]ε͂ι πα[τρ]ίδι σ[υνφ]ερόντων ἐν πᾶσιν τοῖς [κ]-
[αιροῖς] παρέσχηται· δε[δό]χθαι τῶι δήμωι ἐπαινέ[σ]-
[αι Φιλιπ]πίδην Φιλομή[λο]υ Παιανιέα τῆς τε τῶν π[ρ]-
[ογόνων εὐταξίας καὶ ἀρε]τῆς ἕνεκα καὶ φιλοτιμ[ί]-
40 [ας πρὸς τὸν δῆμον, καὶ στε]φανῶσαι αὐτὸν χρυσῶι [σ]-
[τεφάνωι ἀπὸ ΗΗΗ δραχμῶν· κ]αὶ [ἀ]νειπεῖν τὸν στέφ[α]-
[νον Διονυσίων τῶν ἐν ἄστ]ει καὶ Δημητριε[ί]ων τρ[α]-
[γωιδῶν τῶι ἀγῶνι· τῆς δ’ ἀν]αγορεύσεως ἐπιμεληθ[ῆ]-
[ναι τὸν ἀγωνοθέτην· στῆσ]αι δ’ αὐτοῦ τὸν δῆμον κα[ὶ]
45 [εἰκόνα χαλκὴν ἐν ἀγορᾶι]· εἶναι δ’ αὐτῶι καὶ ἐκγό[ν]-
[ων ἀεὶ τῶι πρεσβυτάτωι σ]ίτησιν ἐν πρυτανείωι [κ]-
[αὶ προεδρίαν ἐν πᾶσι τοῖς] ἀγῶσιν οἷς ἡ πόλις τί[θ]-
[ησιν· ἀναγράψαι δὲ τόδε τὸ] ψήφισμα τὸν ἀναγραφ[έ]-
[α ἐν στήλαις λιθίναις κα]ὶ στῆσαι τὴν μὲν ἐν Ἀκρ[ο]-
50 [πόλει, τὴν δὲ παρὰ τὴν εἰκ]όνα· εἶναι δὲ Φιλιππί[δη]-
[ι ἐν ταῖς στήλαις προσαν]αγρ[ά]ψασθαι {ς} τὰς εὐερ[γ]-
[εσίας καὶ ἐπιδόσεις καὶ] τριηραρχίας καὶ τ[ὰ]ς ἄ[λ]-
[λας λειτουργίας τὰς γεγ]ενημένας τοῖς προγόν[ο]-
[ις καὶ ἑαυτῶι· τὸ δ’ ἀνάλωμ]α τὸ εἰς τὴν πόησιν το[ῦ σ]-
55 [τεφάνου καὶ τῆς εἰκόνος] καὶ τὴν ἀναγραφὴν τῶν [σ]-
[τηλῶν μερίσαι τὸν ἐπὶ τῆ]ι διοικήσει.
Search Help