[ ]
Att. — Salamis — 248/7 BC? — ArchEph (1993) [1995] 31
| 1 | θεοί |
| ἐπὶ Λυσιάδου ἄρχοντος, Σκιροφοριῶνος δευτέραι ἱσταμένου, ἀγορᾶι | |
| κυρίαι, Βάτραχος εἶπεν· ἐπειδὴ οἱ ἐπιμεληταὶ καὶ ὁ γραμματεὺς ἐπε- | |
| μελήθησαν τῶν θυσιῶν τοῖς θεοῖς καθ’ ἃ πάτριόν ἐστι, καὶ τῶν ἄλ- | |
| 5 | λων πάντων ὧν οἱ νόμοι προστάττουσιν, ἀγαθῆι τύχηι· δεδόχθαι |
| τοῖς θιασώταις ἐπαινέσαι αὐτοὺς καὶ στεφανῶσαι ἕκαστον αὐ- | |
| τῶν θαλλοῦ στεφάνωι ἀρετῆς ἕνεκεν καὶ δικαιοσύνης, τὸν δὲ | |
| ταμίαν μερίσαι εἰς τὸν στέφανον Δ𐅃 δραχμ[ά]ς· [αὐτοὺς δὲ λα]- | |
| βόντας τὸ ἀργύριον [ἀναθεῖναι εἰς τὸ ἱερὸν τῆς Βενδῖδος]. |