[ ] Att. — Salamis — 248/7 BC? — ArchEph (1993) [1995] 31
1 θεοί
ἐπὶ Λυσιάδου ἄρχοντος, Σκιροφοριῶνος δευτέραι ἱσταμένου, ἀγορᾶι
κυρίαι, Βάτραχος εἶπεν· ἐπειδὴ οἱ ἐπιμεληταὶ καὶ ὁ γραμματεὺς ἐπε-
μελήθησαν τῶν θυσιῶν τοῖς θεοῖς καθ’ ἃ πάτριόν ἐστι, καὶ τῶν ἄλ-
5 λων πάντων ὧν οἱ νόμοι προστάττουσιν, ἀγαθῆι τύχηι· δεδόχθαι
τοῖς θιασώταις ἐπαινέσαι αὐτοὺς καὶ στεφανῶσαι ἕκαστον αὐ-
τῶν θαλλοῦ στεφάνωι ἀρετῆς ἕνεκεν καὶ δικαιοσύνης, τὸν δὲ
ταμίαν μερίσαι εἰς τὸν στέφανον Δ𐅃 δραχμ[ά]ς· [αὐτοὺς δὲ λα]-
βόντας τὸ ἀργύριον [ἀναθεῖναι εἰς τὸ ἱερὸν τῆς Βενδῖδος].
Search Help