[ ]
Kos Isl. — Kos — Asklepieion — late 3rd c. BC (after 242 BC) — Chiron 28 (1998) 124, 14 — cf. SEG 55.939
See also:
| [— — — — — — — — — — — — — — — — —] | |
| 1 | [— — σωθέντ]ες ἐγ μ[εγάλων κινδύνων(?)] |
| [— — φαίν]ωνται διὰ παν[τὸς — — — — —] | |
| [— — — —]μενοι, δεδόχθαι ἐπ[αινέσαι τε] | |
| [Πραξι]άνακτα Ναννάκου καὶ στ[εφανῶσαι] | |
| 5 | [χρ]υ̣σέωι στεφάνωι ἐπιμελείας ἕ[νεκα] |
| καὶ δικαιοσύνας ἃμ πεποίηται κατὰ πᾶ[σαν] | |
| τὰν ἀρχὰν ἀξίως τῶγ χειροτονησάν[των] | |
| αὐτὸμ πολιτᾶν· vac. ἀναγράψαι δὲ 〚— —〛 | |
| τόδε τὸ ψάφισμα ἐς στάλαν καὶ ἀναθ[έ]- | |
| 10 | μεν ἐς τὸ ἱερὸν τοῦ Ἀπόλλωνος· τᾶς δὲ |
| ἀναγραφᾶς καὶ τοῦ στεφάνου ἐπιμεληθῆ- | |
| μεν τὸν δάμαρχον· vac. ἑλέσθαι δὲ καὶ ἄνδρα | |
| ἐκ πάντων, ὁ δὲ αἱρεθεὶς τὸ ψάφισμα καὶ τὸν στέ- | |
| φανον ἀνενεγκάτω καὶ ἐπελθὼν ἐπὶ τὰν | |
| 15 | βουλὰν καὶ τὰν ἐκκλησίαν παρακαλείτω |
| αὐτοὺς ἐπιμέλειαν ποήσασθαι ὅπως ἅ | |
| τε ἀναγγελία τοῦ στεφάνου καὶ ὧν ἕνεκα | |
| τετίμαται Πραξιάναξ γενηθῆ ἐν τῶι χορι- | |
| κῶι ἀγῶνι τῶν Διονυσίων καὶ ἐν τῶι γυμνι- | |
| 20 | κῶι τῶμ μεγάλων Ἀσκλαπιείων καὶ ὅπως |
| ἀναγραφὲν τὸ ψάφισμα εἰς στάλαν ἀνα- | |
| τεθῆι εἰς τὸ ἱερὸν τοῦ Ἀσκλαπιοῦ ἐν τῶι | |
| ἐπιφανεστάτωι τόπωι· vac. αἱρέθη. vacat | |
| vacat |