[ ] Kos Isl. — Asklepieion — Decree of Pella — 242 BC — Asylieurkunden aus Kos (1952) 18, 7 — SEG 12.374, ll. 1-15
See also:
1                             Πελλαίων.
ἐφ’ ἱερέως Ἀσκληπιοδώρου, Γορπιαίου· ἐπεὶ παραγενόμενος ἐκ Κῶ ἀρχιθέω-
  ρος Ἀριστόλοχος Ζμένδρωνος καὶ θεωρὸς Μακαρεὺς Ἀράτου τήν τε οἰκειό-
  τητα ἀνενεώσαντο τὴν ὑπάρχουσαν Κώιοις πρὸς Μακεδόνας καὶ τὴν εὔ-
5   νοιαν ἀπελογίζοντο ἣν ἔχουσα τυγχάνει ἡ πόλις ἡ Κώιων πρὸς τὸν βασιλέα
  Ἀντίγονον καὶ πρὸς Πελλαίους καὶ τὴν λοιπὴν χώραν τὴν Μακεδόνων, καὶ ἐ-
  πηγγέλλοσαν τὰ Ἀσκληπίεια τὰ γεινόμενα παρ’ αὐτοῖς καὶ τοὺς ἀγῶνας
  τοὺς ἐν τῆι πανηγύρει ἐσομένους καὶ τὴν ἐκεχειρίαν, ἠξίουσαν δὲ καὶ τὸ [ἱ]-
  ερὸν τοῦ Ἀσκληπιοῦ τὸ ἐν Κῶι ἄσυλον εἶναι, ἔδοξε τῆι πόλει τήν τε ἐπαγγ[ε]-
10   λίαν τῶν Ἀσκληπιείων τὴν παρὰ Κώιων καὶ τὴν ἐκεχειρίαν προσδέξασθαι
  καὶ ἐπαινέσαι αὐτοὺς ἐπί τε ταῖς τιμαῖς αἷς συντελοῦσι τοῖς θεοῖς καὶ
  ἐπὶ τῆι εὐνοίαι τῆι πρὸς τὸν βασιλέα Ἀντίγονον καὶ πρὸς Μακεδόνας· ὑπάρ-
  χειν δὲ καὶ τὴν ἀσυλίαν τῶι ἱερῶι καθάπερ καὶ τοῖς ἄλλοις ἱεροῖς· δοῦναι δὲ κα[ὶ]
  ξένια τοὺς ταμίας τοῖς θεωροῖς ἃ καὶ τοῖς τοὺς στεφανίτας ἀ[γῶνα]ς ἐπαγ-
15 [γ]έλλ[ο]υσι [δ][δοτα]ι, καὶ θεωροδόκον ἑλέσθαι Κώιων. ἡιρέθη Ἱππ[․․․c.10․․․]ου.
Search Help
Contact Us