[ ] Eg. — Psenemphaia (Kōm Truga) — 5 BC — SB 5.8267; Prose 49
1         ἀγαθῆι τύχηι·
ἔτους κεʹ Καίσαρος, Παχὼν ηʹ·
ἐπὶ τῆς γενηθείσης συναγωγῆς ἐν τῶι Ἀριστίωνος Κλεοπα-
τρείωι γεούχων τῶν ἀπὸ Ψ<ε>ν<ε>μφαίας τοῦ Πτολ<ε>μαίου νομοῦ,
5 ὧν ἱερεὺς καὶ προστάτης καὶ κωμάρχης Ἀπολλώνιος Θέωνος,
παρόντων τῶν πλείστων· {²vac.}² ἐπειδὴ τοῦ κατακλυσμοῦ γ<ε>νομένου
συνεκύρησεν τὸν οἶκον σὺν τοῖς προσκυροῦσι χρηστηρίοις ἱκανῶς
σαλευθέντα καθαιρεθῆναι, ἐπισυνέβη δὲ καὶ ἐν τῶι μεταξὺ
τὸν ἀρχιιερέα Θέωνα τιμιώτατου ἅπασιν ὄντα εἰς <θ>εοὺς ἀπο-
10 χωρῆσαι, πολλήν τε παρεῖχε διατροπὴν τοῖς γεούχοις μὴ ἀνοι-
κοδομούμενος ὁ οἶκος, αὐτοί τε ἅπαντες προτρεψάμενοι τοὺς
<δ>οκοῦντας ἐν ἑαυτοῖς εὐθέτους εἶναι τῆς ἀρχιιερωσύνης διά τε
ἀξίαυ καὶ τὴν παροῦσαν αὐτοῖς εὐκαιρίαν, ἀποτυχόντες τε καὶ τῆς
ἐπιβολῆς ταύτης μόνον εὕρομεν Ἀπολλώνιον Θέωνος, τὸν τοῦ
15 προγεγονότος αρχιιερέως υἱόν, οὐκ ἀντιλέγοντα ἡμῖν ἀλλὰ τοσαύ-
την εὔνοιαν <ἐ>νδεικνύμενον καὶ φιλοτιμίαν εἰς τοὺς συνγεώρ-
γους ὥστε καὶ πολλῆς γενομένης σκέψεως περί τε προστάτου
καὶ κωμάρχου <δ>ιὰ τὸ πάντας ἐκκλίνειν χάριν τῆς <δ>απάνης μη-
<δ>ὲ περὶ τούτων αὐτὸν τὸν Ἀπολλώνιον ἀφοκνήσαντα, ἕνεκα
20 τοῦ τὴν εὐσχημοσύνην τῶυ συνγεώργων ἀναστῆσαι βούλεσθαι
ἐπιδέξασθαὶ τε ἅμα πάσας τὰς ἀρχάς, τήν τε ἀρχιερωσύνην διὰ βίου
καὶ πρός ἐνιαυτὸν τὰς ἑτέρας ἀρχάς, εἰς τὸ ἅπαντα καταλελυμέ-
να ἐν ὀρθῶι ποῆσαι· {²vac.}² ἔτι δὲ καί, τῶν συνγεώργων κρινάντων δοῦ-
ναι αὐτῶι εἰς τὴν τῶν προκειμένων δαπάνην ἀργυρίου δρα-
25 χμὰς πεντακοσίας, {²vac.}² αὐτὸς ἐκ τοῦ ἰδίου ἐν ὀλίγωι χρόνωι καὶ τὸν
οἶκον ἀνωικοδόμησε καὶ τὰ χρηστήρια πάντα, ἔτι δὲ καὶ ἐκονί-
ασε τὸν οἶκον ἀξιολόγως καὶ ἔστρωσε στιβάσι διαφόροις, τὴν
ἀπάντων ἀνήλωσιν ἐκ τοῦ ἰδίου παραδεξάμενος, χωρὶς τῶν
ἄλλων δαπανῶν ὧν ἐποήσατο τῆς προστασίας καὶ κωμαρχίας
30 ἔν τε τοῖς κατὰ καιρὸν δείπνοις μεγαλομερῶς καὶ μεγαλοψύχως
ἀναστραφ<ε>ίς· {²vac.}² ὧν δὴ χάριν,
ἀγαθῆι τύχηι, {²vac.}² ἔδοξε κοινῆι γνώμηι ἀποδεξαμένους τὴν ἐν πᾶσι
τοῦ ἀνδρὸς ἀρετὴν τιμῆσαι αὐτόν, χωρὶς ὧν προέχει τιμῶν,
ἑτέρωι ἀσπιδείωι καὶ τὸν υἱὸν αὐτοῦ Θέωνα ἔτι ἀκμὴν παῖδα
35 ὄντα ἀσπιδείωι, καὶ μόνον αὐτὸν συνκατακλίνεσθαι τοῖς συνγε-
ώργοις πρὶν ἢ εἰσκριθῆναι εἰς τοὺς ἐφήβους, τόν τε Ἀπολλώνιον
ἄλλωι ἀσπιδείωι, οὗ καὶ τὴν ἀνάθεσιν ποιήσασθαι εἰς τὸ τῶν γεού-
χων Ἀριστίωνος Κλεοπάτρειον, {²vac.}² στεφανοῦσθαί τε αὐτὸν κατὰ δια-
φορὰν ἐξάλλωι στεφάνωι καθ’ ἑκάστην πόσιν, καὶ διπλᾶ μέρη
40 δίδοσθαι αὐτῶι, δοῦναί τε αὐτῶι ἐξουσίαν ἐπιγράψαι ἐπὶ τὸ ἐπιστύ-
λιον τοῦ οἴκου ὅτι αὐτὸς κατασκεύασεν πάντα παρ’ ἑαυτοῦ τοῖς συν-
γεώργοις, ταῦτά τε ἅπαντα ἐνχαράξαντα εἰς στήλην εἰς μίαν τῶν
παραστάδων τοῦ οἴκου ἐνθεῖναι, ἵνα δι’ αἰῶνο<ς> ἡ ἐν ἅπασι τοῦ Ἀπολ-
λωνίου πρὸς τοὺς συνγεώργους ἀρετή τε καὶ φιλαγαθία καὶ ἀφιλαρ-
45 γυρία πρόσδηλος γείνηται καὶ ἡ τῶν εὖ πεπονθότων εὐχάριστος
ἀνθομολόγησις· {²vac.}² πάντας τε τοὺς συνγεώργους ἐπάναγκον ὑπο-
γράψαι τοῦ Ἀπολλωνίου τὰ δόγματα ἅπαντα, ὡς τοῦ μὴ ὑπογράψαντος
ἐναντία νοοῦντος τοῖς συνγεώργοις· μηθένι δὲ ἐξέστω ἐπ’ ἀνα-
σκευῆι τῶν δεδογμένων λόγον εἰσηγεῖσθαι, ἢ τὸν τοιοῦτον χω-
50 ρὶς τοῦ ἐπιβαλόμενον τὴν ἰδίαν πονηρίαν δεδεῖχθαι ἔτι καὶ
ζημιοῦσθαι εἰς τὸν τῆς συνόδου τῶν συνγεώργων λόγον ἀργυρίου
δραχμὰς τρισχιλίας ἀπαραιτήτους· τό τε δόγμα τοῦτο δισσὸν ὑπο-
γραφὲν ἔστω κύριον καὶ βέβαιον, καὶ τὸ μὲν ἓν ἐκδοθήτω τῶι
Ἀπολλωνίωι, τὸ δ’ ἕτερον εἰς τὰ κοινὰ βυβλία τῆς συνόδου καταχω-
55 ρισθήτωι.
Search Help
Contact Us