[ ] Eg. — Psenamosis (Kōm Tukala) — 2nd c. BC — SEG 8.529; SB 4.7457; Prose 40
1                           ἀγαθῆι τύχηι.
ἔτους πεντεκαιδεκάτου, Θωὺθ μιᾶι καὶ εἰκάδι· ἐπὶ τῆς γενομένης συνα-
γωγῆς τῶν συγγεώργων ἐχόντων δὲ τὰς κτήσεις περὶ Ψενάμω-
σιν τοῦ Βερενίκης νομοῦ, λόγων γενομένων περί τε ἄλλων καὶ διότι Πάρις
5 ὁ συγγενὴς φιλανθρώπως χρώμενος τῆι συνόδωι καὶ κοινῆι πάντας καὶ
κατ’ ἰδίαν ἀποδεχόμενος, ἔχων τόπον ψιλὸν εἰς οἰκοδομὴν γυμνασίου καὶ οἴκου,
βουλομένων ἡμῶν ἀγοράσαι τοῦτον, ὅπως γυμνάσιον ποιήσαντες καὶ οἶκον ἄγω-
μεν τὰς ὑπὲρ τῶν βασιλέων θυσίας, οὐχ ὑπέσχετο λαβεῖν τιμήν, ἀλλ’ ἐχαρίσατο καὶ
κατέγραψεν τῆι συνόδωι δωρεάν, διὸ καὶ ἔδοξεν ἀποδέξασθαὶ τε αὐτὸν καὶ τιμῆ-
10 σαι εἰκόσι δυσίν, ἃς καὶ ἀναθεῖναι ἔν τε τῶι γυμνασίωι καὶ οἴκωι καὶ στεφανοῦσθαι
αὐτὰς κατὰ τὰς ἐπωνύμους ἡμέρας, ἐν αἷς συναγόμενοι θύομεν ὑπὲρ τῶν βασιλέ-
ων, ὁμοίως δὲ καὶ κλισίαν ἔχειν αὐτὸν τὴν πρώτην διὰ βίου, ἄγεσθαι δὲ αὐτοῦ καὶ ἡμέ-
ραν κατ’ ἐνιαυτὸν ἐπὶ τῶν τόπων καὶ ἐπιγραφῆναι ἐπὶ τοῦ πυλῶνος ἀνατεθεικότα
Πάριν τὸν συγγενῆ τὸν τόπον τῆι τῶν γεούχων συνόδωι· δίκαιον γὰρ τοῖς φιλαγάθως
15 τῶι κοινῶι ἀπαντῶσιν τὴν παρὰ πάντων μεμερίσθαι τιμήν· ἐὰν δὲ καὶ ἕτερα φιλο-
τιμούμενος ἀπολείπηι τῶι κοινῶι, καὶ ἄλλην αὐτοῦ ἐν τῆι πόλει ἡμέραν ἄγεσθαι,
καὶ τὴν εἰκόνα, οὗ ἂν εὐωχῶνται, ἀνατιθέντα<ς> στεφανοῦν κατὰ πόσιν, ἐπιδέξα-
σθαι δὲ εἰς τὴν σύνοδον δωρεὰν τοὺς ὑπ’ αὐτοῦ τιμωμένους ἄνδρας τρεῖς,
ὧν ἂν τὰ ὀνόματα ἐπιδῶ[ι]· τύχηι τῆι ἀγαθῆι· ὑφ’ ὃ καὶ ὑπέγραψαν ὄντες κθʹ.
20 ἔτους ὀκτωκαιδεκάτου, Φαῶφι· ἐπεὶ Πάρις ὁ συγγενής, οἰκείως καὶ φιλαν-
θρώπως τὰ πρὸς ἡμᾶς διακείμενος, πρότερον μὲν τοῦ ὑπάρχοντος αὐτῶι ἐν τῆι
Ψεναμώσει τόπου εὐθετοῦντος ἡμῖν εἰς οἰκοδομὴν οἴκου καὶ γυμνασίου, προ-
αιρουμένων ἡμῶν τιμὴν αὐτοῦ δοῦναι, οὐκ ὑπέσχετο λαβεῖν ἀλλὰ δωρεὰν ἐχαρί-
σατο, ὅθεν καὶ παρ’ ἡμῶν γεγονέναι αὐτῶι τιμὰς τὰς διὰ τοῦ προκειμένου δόγμα-
25 τος κεκυρωμένας εἰκόνας δύο, ἃς καὶ ἀναθεῖναι ἔν τε τῶι γυμνασίωι καὶ τῶι οἴκωι,
καὶ στεφανοῦσθαι αὐτὰς κατὰ τὰς ἐπωνύμους ἡμέρας, ἐν αἷς συναγόμενοι θύο-
μεν ὑπὲρ τῶν βασιλέων, ὁμοίως δὲ καὶ κλισίαν ἔχειν αὐτὸν τὴν πρώτην διὰ βίου,
ἄγεσθαι δὲ αὐτοῦ καὶ ἡμέραν κατ’ ἐνιαυτὸν ἐπὶ τῶν τόπων καὶ ἐπιγραφῆναι ἐπὶ τοῦ
πυλῶνος ἀνατεθεικότα Πάριν τὸν συγγενῆ τὸν τόπον τῆι τῶν γεούχων συνό-
30 δωι, δίκαιον γὰρ τοῖς φιλαγάθως τῶι κοινῶι ἀπαντῶσιν τὴν παρ’ αὐτῶν μεμερίσθαι
τιμήν, ἐπιδέξασθαι δὲ εἰς τὴν σύνοδον δωρεὰν τοὺς ὑπ’ αὐτοῦ τιμωμένους ἄνδρας
τρεῖς, ὧν τὰ ὀνόματα δώσει, καὶ νυνὶ ἐν τῶι εἰκοστῶι ἔτει προτεθυμημένου αὐτοῦ
ἐπαύξειν τὴν σύνοδον ἡμῶν καὶ δεδωρημένου εἰς τὰς ἀχθησομένας αὐτοῦ
κατ’ ἔτος ἄλλας ἡμέρας δύο ὥστ’ εἶναι τοῦ ἐνιαυτοῦ ἡμέρας τρεῖς, ὧν ἐν μὲν Ἀλεξαν-
35 δρείαι τῶι Θωὺθ μίαν ἀνατιθέντας αὐτοῦ εἰκόνα γραπτὴν καὶ στεφανοῦντας οὗ ἂν εὐωχῶν-
ται, καὶ ἐν Ψεναμώσει ἐν τῶι Φαρμοῦθι μετὰ τὴν τοῦ Ἀπόλλωνος ἡμέραν μίαν καθότι προ-
δέδοκται καὶ ἐν τῶι Μεσορὴ ἐπὶ τοῦ τρυγητοῦ ἄλλην <ἡμέραν> μίαν, εἰς ἃς καὶ δέδωκεν ἀργυρίου
δραχμὰς χιλίας, ὅπως ἀπὸ τοῦ συναχθησομένου κατ’ ἐνιαυτὸν τόκου ἀργυρίου δραχμῶν
διακοσίων ἡ δαπάνη γίνηται τῶν προσεκτισμένων αὐτοῦ ἄλλων ἡμερῶν δύο, εἶναι δὲ
40 αὐτὸν καὶ ἱερέα διὰ βίου καὶ ἀζήμιον καὶ ἀσύμβολον καὶ ἀνεπιμηνίευτον καὶ ἀλειτούργη-
τον καὶ ἀνείσφορον καὶ λαμβάνειν διπλᾶ μέρη· ἐὰν δὲ μὴ παρῆι, πέμπεσθαι αὐτῶι, στεφανοῦ-
σθαι δὲ καὶ κατὰ πόσιν διαφέροντι στεφάνωι ὑπὸ τοῦ κοινοῦ· ἐὰν δὲ γηραιὸς {²⁶γεραιὸς}²⁶ γενόμενος με-
ταλλάξηι, ἐπιφέρειν αὐτῶι κατ’ ἐνιαυτὸν εἰς τὸν τάφον τοῖς νεκυσίοις τὴν σύνοδον τὰ νο-
μιζόμενα καὶ στεφανοῦν ἐκ τοῦ κοινοῦ κατὰ πόσιν διαφέροντι στεφάνωι, γραφῆναι δὲ
45 περὶ τῶν προκειμένων πάντων ψήφισμα ἐν στήληι καὶ ἀναθεῖναι ἐν τῶι πυλῶνι τοῦ τε-
μένους περὶ τῶν ἀχθησομένων αὐτοῦ κατ’ ἔτος ἡμερῶν τριῶν καὶ ἀνατεθησομένων
εἰκόνων τριῶν, ἀκολούθως τοῖς δόγμασι τούτοις· τύχηι τῆι ἀγαθῆι· ὑπογραψάντων πάν-
των τῶν συνόντων εὐδοκεῖν καὶ ποιήσειν πάντα καθότι πρόκειται· ὑφ’ ὃ καὶ ὑπέγραψαν
πάντες εὐδοκοῦντες.
Search Help