[ ]
Eg. — Thebes [W.]: Colossus of Memnon — 130 AD
| 1 | ἔκλυον αὐδήσαντος ἔγω ’πυ λίθω Βάλβιλλα |
| φώνα<ς> τᾶς θεΐας Μέμνονος ἢ Φαμένωθ. | |
| ἦλθον ὔμοι δ’ ἐράται βασιλήϊδι τυῖδε Σαβίννᾳ, | |
| ὤρας δὲ πρώτας ἄλιος ἦχε δρόμος. | |
| 5 | κοιράνω{ι} Ἀδριάνω πέμπτῳ δεκότῳ δ’ ἐ- |
| νιαύτῳ, | <φῶτ>α δ’ ἔχεσκε<ν> Ἄθυρ εἴκοσι | |
| καὶ πέσυρα. | εἰκόστῳ πέμπτῳ | |
| δ’ ἄματι μῆνος Ἄθυρ. |